TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1186
Previous part

Chapter: 8 
Verse: 1    ᾽Εν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤϕϑη πρός με, ἐγὼ Δανιηλ, μετὰ τὴν ὀϕϑεῖσάν μοι τὴν ἀρχήν.
Verse: 2    
καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἐστιν ἐν χώρᾳ Αιλαμ, καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ
Verse: 3    
καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ, καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων.
Verse: 4    
εἶδον τὸν κριὸν κερατίζοντα κατὰ ϑάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ ϑηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ ϑέλημα αὐτοῦ καὶ ἐμεγαλύνϑη.
Verse: 5    
καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας ϑεωρητὸν ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ.
Verse: 6    
καὶ ἦλϑεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.
Verse: 7    
καὶ εἶδον αὐτὸν ϕϑάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνϑη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμϕότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
Verse: 8    
καὶ τράγος τῶν αἰγῶν ἐμεγαλύνϑη ἕως σϕόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
Verse: 9    
καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλϑεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνϑη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν·
Verse: 10    
ἐμεγαλύνϑη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησεν αὐτά,
Verse: 11    
καὶ ἕως οὗ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι' αὐτὸν ϑυσία ἐρράχϑη, καὶ ἐγενήϑη καὶ κατευοδώϑη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωϑήσεται·
Verse: 12    
καὶ ἐδόϑη ἐπὶ τὴν ϑυσίαν ἁμαρτία, καὶ ἐρρίϕη χαμαὶ δικαιοσύνη, καὶ ἐποίησεν καὶ εὐοδώϑη.
Verse: 13    
καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ ϕελμουνι τῷ λαλοῦντι ῞Εως πότε ὅρασις στήσεται, ϑυσία ἀρϑεῖσα καὶ ἁμαρτία ἐρημώσεως δοϑεῖσα, καὶ τὸ ἅγιον καὶ δύναμις συμπατηϑήσεται;
Verse: 14    
καὶ εἶπεν αὐτῷ ῞Εως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καϑαρισϑήσεται τὸ ἅγιον.
Verse: 15    
καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιηλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.
Verse: 16    
καὶ ἤκουσα ϕωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
Verse: 17    
καὶ ἦλϑεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλϑεῖν αὐτὸν ἐϑαμβήϑην καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπεν πρός με Σύνες, υἱὲ ἀνϑρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις.
Verse: 18    
καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
Verse: 19    
καὶ εἶπεν ᾽Ιδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις.
Verse: 20    
κριός, ὃν εἶδες, ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν.
Verse: 21    
καὶ τράγος τῶν αἰγῶν βασιλεὺς ῾Ελλήνων· καὶ τὸ κέρας τὸ μέγα, ἦν ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ, αὐτός ἐστιν βασιλεὺς πρῶτος.
Verse: 22    
καὶ τοῦ συντριβέντος, οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔϑνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ.
Verse: 23    
καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα.
Verse: 24    
καὶ κραταιὰ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ ϑαυμαστὰ διαϕϑερεῖ καὶ κατευϑυνεῖ καὶ ποιήσει καὶ διαϕϑερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
Verse: 25    
καὶ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευϑυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνϑήσεται καὶ δόλῳ διαϕϑερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει.
Verse: 26    
καὶ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηϑείσης ἀληϑής ἐστιν· καὶ σὺ σϕράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.
Verse: 27    
καὶ ἐγὼ Δανιηλ ἐκοιμήϑην καὶ ἐμαλακίσϑην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐϑαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν συνίων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.