TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 171
Previous part

Chapter: 18 
Verse: 1    Οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις, ὅλῃ ϕυλῇ Λευι, μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ· καρπώματα κυρίου κλῆρος αὐτῶν, ϕάγονται αὐτά.
Verse: 2    
κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελϕοῖς αὐτῶν· κύριος αὐτὸς κλῆρος αὐτοῦ, καϑότι εἶπεν αὐτῷ.
Verse: 3    
καὶ αὕτη κρίσις τῶν ἱερέων, τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν ϑυόντων τὰ ϑύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον.
Verse: 4    
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ·
Verse: 5    
ὅτι αὐτὸν ἐξελέξατο κύριος ϑεός σου ἐκ πασῶν τῶν ϕυλῶν σου παρεστάναι ἔναντι κυρίου τοῦ ϑεοῦ σου λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ.
Verse: 6    
ἐὰν δὲ παραγένηται Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ, οὗ αὐτὸς παροικεῖ, καϑότι ἐπιϑυμεῖ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος,
Verse: 7    
καὶ λειτουργήσει τῷ ὀνόματι κυρίου τοῦ ϑεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἔναντι κυρίου·
Verse: 8    
μερίδα μεμερισμένην ϕάγεται πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν.
Verse: 9    
᾽Εὰν δὲ εἰσέλϑῃς εἰς τὴν γῆν, ἣν κύριος ϑεός σου δίδωσίν σοι, οὐ μαϑήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν ἐκείνων.
Verse: 10    
οὐχ εὑρεϑήσεται ἐν σοὶ περικαϑαίρων τὸν υἱὸν αὐτοῦ τὴν ϑυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, ϕαρμακός,
Verse: 11    
ἐπαείδων ἐπαοιδήν, ἐγγαστρίμυϑος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς.
Verse: 12    
ἔστιν γὰρ βδέλυγμα κυρίῳ τῷ ϑεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολεϑρεύσει αὐτοὺς ἀπὸ σοῦ.
Verse: 13    
τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ ϑεοῦ σου·
Verse: 14    
τὰ γὰρ ἔϑνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται, σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ϑεός σου.
Verse: 15    
προϕήτην ἐκ τῶν ἀδελϕῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ϑεός σου, αὐτοῦ ἀκούσεσϑε
Verse: 16    
κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ ϑεοῦ σου ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσϑήσομεν ἀκοῦσαι τὴν ϕωνὴν κυρίου τοῦ ϑεοῦ ἡμῶν καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεϑα ἔτι οὐδὲ μὴ ἀποϑάνωμεν,
Verse: 17    
καὶ εἶπεν κύριος πρός με ᾽Ορϑῶς πάντα, ὅσα ἐλάλησαν·
Verse: 18    
προϕήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελϕῶν αὐτῶν ὥσπερ σὲ καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καϑότι ἂν ἐντείλωμαι αὐτῷ·
Verse: 19    
καὶ ἄνϑρωπος, ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ προϕήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.
Verse: 20    
πλὴν προϕήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα, οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐπ' ὀνόματι ϑεῶν ἑτέρων, ἀποϑανεῖται προϕήτης ἐκεῖνος.
Verse: 21    
ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου Πῶς γνωσόμεϑα τὸ ῥῆμα, οὐκ ἐλάλησεν κύριος;
Verse: 22    
ὅσα ἐὰν λαλήσῃ προϕήτης ἐπὶ τῷ ὀνόματι κυρίου, καὶ μὴ γένηται τὸ ῥῆμα καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα, οὐκ ἐλάλησεν κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν προϕήτης ἐκεῖνος, οὐκ ἀϕέξεσϑε αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.