TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 770
Previous part

Book: Eccl. 
ΕΚΚΛΗΣΙΑΣΤΗΣ




Chapter: 1 
Verse: 1 
῾Ρήματα ᾽Εκκλησιαστοῦ υἱοῦ Δαυιδ
βασιλέως Ισραηλ ἐν Ιερουσαλημ.
Verse: 2 
Ματαιότης ματαιοτήτων, εἶπεν ᾽Εκκλησιαστής,
ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
Verse: 3 
τίς περισσεία τῷ ἀνϑρώπῳ
ἐν παντὶ μόχϑῳ αὐτοῦ, μοχϑεῖ ὑπὸ τὸν ἥλιον;
Verse: 4 
γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται,
καὶ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.
Verse: 5 
καὶ ἀνατέλλει ἥλιος καὶ δύνει ἥλιος
καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει·
Verse: 6 
ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον
καὶ κυκλοῖ πρὸς βορρᾶν·
κυκλοῖ κυκλῶν, πορεύεται τὸ πνεῦμα,
καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέϕει τὸ πνεῦμα.
Verse: 7 
πάντες οἱ χείμαρροι, πορεύονται εἰς τὴν ϑάλασσαν,
καὶ ϑάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη·
εἰς τόπον, οὗ οἱ χείμαρροι πορεύονται,
ἐκεῖ αὐτοὶ ἐπιστρέϕουσιν τοῦ πορευϑῆναι.
Verse: 8 
πάντες οἱ λόγοι ἔγκοποι·
οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν,
καὶ οὐκ ἐμπλησϑήσεται ὀϕϑαλμὸς τοῦ ὁρᾶν,
καὶ οὐ πληρωϑήσεται οὖς ἀπὸ ἀκροάσεως.
Verse: 9 
τί τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον·
καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηϑησόμενον·
καὶ οὐκ ἔστιν πᾶν πρόσϕατον ὑπὸ τὸν ἥλιον.
Verse: 10 
ὃς λαλήσει καὶ ἐρεῖ ᾽Ιδὲ τοῦτο καινόν ἐστιν,
ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν
τοῖς γενομένοις ἀπὸ ἔμπροσϑεν ἡμῶν.
Verse: 11 
οὐκ ἔστιν μνήμη τοῖς πρώτοις,
καί γε τοῖς ἐσχάτοις γενομένοις
οὐκ ἔσται αὐτοῖς μνήμη
μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.
Verse: 12 
᾽Εγὼ ᾽Εκκλησιαστὴς ἐγενόμην
βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ·
Verse: 13 
καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι
καὶ τοῦ κατασκέψασϑαι ἐν τῇ σοϕίᾳ περὶ πάντων
τῶν γινομένων ὑπὸ τὸν οὐρανόν·
ὅτι περισπασμὸν πονηρὸν
ἔδωκεν ϑεὸς τοῖς υἱοῖς τοῦ ἀνϑρώπου
τοῦ περισπᾶσϑαι ἐν αὐτῷ.
Verse: 14 
εἶδον σὺν πάντα τὰ ποιήματα
τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 15 
διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηϑῆναι,
καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριϑμηϑῆναι.
Verse: 16 
ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν
᾽Εγὼ ἰδοὺ ἐμεγαλύνϑην
καὶ προσέϑηκα σοϕίαν ἐπὶ πᾶσιν,
οἳ ἐγένοντο ἔμπροσϑέν μου ἐν Ιερουσαλημ,
καὶ καρδία μου εἶδεν πολλά, σοϕίαν καὶ γνῶσιν.
Verse: 17 
καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοϕίαν καὶ γνῶσιν,
παραβολὰς καὶ ἐπιστήμην ἔγνων,
ὅτι καί γε τοῦτ' ἔστιν προαίρεσις πνεύματος·
Verse: 18 
ὅτι ἐν πλήϑει σοϕίας πλῆϑος γνώσεως,
καὶ προστιϑεὶς γνῶσιν προσϑήσει ἄλγημα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.