TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 771
Previous part

Chapter: 2 
Verse: 1  Εἶπον ἐγὼ ἐν καρδίᾳ μου
Δεῦρο δὴ πειράσω σε ἐν εὐϕροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαϑῷ·
καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης.
Verse: 2 
τῷ γέλωτι εἶπα περιϕορὰν
καὶ τῇ εὐϕροσύνῃ Τί τοῦτο ποιεῖς;
Verse: 3 
κατεσκεψάμην ἐν καρδίᾳ μου
τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου
καὶ καρδία μου ὡδήγησεν ἐν σοϕίᾳ
καὶ τοῦ κρατῆσαι ἐπ' ἀϕροσύνῃ,
ἕως οὗ ἴδω ποῖον τὸ ἀγαϑὸν τοῖς υἱοῖς τοῦ ἀνϑρώπου,
ποιήσουσιν ὑπὸ τὸν ἥλιον
ἀριϑμὸν ἡμερῶν ζωῆς αὐτῶν.
Verse: 4 
ἐμεγάλυνα ποίημά μου,
ᾠκοδόμησά μοι οἴκους,
ἐϕύτευσά μοι ἀμπελῶνας,
Verse: 5 
ἐποίησά μοι κήπους καὶ παραδείσους
καὶ ἐϕύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ·
Verse: 6 
ἐποίησά μοι κολυμβήϑρας ὑδάτων
τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα·
Verse: 7 
ἐκτησάμην δούλους καὶ παιδίσκας,
καὶ οἰκογενεῖς ἐγένοντό μοι,
καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι
ὑπὲρ πάντας τοὺς γενομένους
ἔμπροσϑέν μου ἐν Ιερουσαλημ·
Verse: 8 
συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον
καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν·
ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας
καὶ ἐντρυϕήματα υἱῶν τοῦ ἀνϑρώπου
οἰνοχόον καὶ οἰνοχόας·
Verse: 9 
καὶ ἐμεγαλύνϑην καὶ προσέϑηκα
παρὰ πάντας τοὺς γενομένους
ἔμπροσϑέν μου ἐν Ιερουσαλημ·
καί γε σοϕία μου ἐστάϑη μοι.
Verse: 10 
καὶ πᾶν, ᾔτησαν οἱ ὀϕϑαλμοί μου,
οὐχ ὑϕεῖλον ἀπ' αὐτῶν,
οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου
ἀπὸ πάσης εὐϕροσύνης,
ὅτι καρδία μου εὐϕράνϑη ἐν παντὶ μόχϑῳ μου,
καὶ τοῦτο ἐγένετο μερίς μου
ἀπὸ παντὸς μόχϑου μου.
Verse: 11 
καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου,
οἷς ἐποίησαν αἱ χεῖρές μου,
καὶ ἐν μόχϑῳ, ἐμόχϑησα τοῦ ποιεῖν,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος,
καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον.
Verse: 12 
Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοϕίαν
καὶ περιϕορὰν καὶ ἀϕροσύνην·
ὅτι τίς ἄνϑρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς
τὰ ὅσα ἐποίησεν αὐτήν;
Verse: 13 
καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοϕίᾳ ὑπὲρ τὴν ἀϕροσύνην
ὡς περισσεία τοῦ ϕωτὸς ὑπὲρ τὸ σκότος·
Verse: 14 
τοῦ σοϕοῦ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐν κεϕαλῇ αὐτοῦ,
καὶ ἄϕρων ἐν σκότει πορεύεται.
καὶ ἔγνων καί γε ἐγὼ
ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
Verse: 15 
καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου
῾Ως συνάντημα τοῦ ἄϕρονος
καί γε ἐμοὶ συναντήσεταί μοι,
καὶ ἵνα τί ἐσοϕισάμην;
ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου,
διότι ἄϕρων ἐκ περισσεύματος λαλεῖ,
ὅτι καί γε τοῦτο ματαιότης.
Verse: 16 
ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοϕοῦ
μετὰ τοῦ ἄϕρονος εἰς αἰῶνα,
καϑότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι
τὰ πάντα ἐπελήσϑη·
καὶ πῶς ἀποϑανεῖται σοϕὸς μετὰ τοῦ ἄϕρονος;
Verse: 17 
καὶ ἐμίσησα σὺν τὴν ζωήν,
ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον,
ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 18 
καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχϑον μου,
ὃν ἐγὼ μοχϑῶ ὑπὸ τὸν ἥλιον,
ὅτι ἀϕίω αὐτὸν τῷ ἀνϑρώπῳ τῷ γινομένῳ μετ' ἐμέ·
Verse: 19 
καὶ τίς οἶδεν εἰ σοϕὸς ἔσται ἄϕρων;
καὶ ἐξουσιάζεται ἐν παντὶ μόχϑῳ μου,
ἐμόχϑησα καὶ ἐσοϕισάμην ὑπὸ τὸν ἥλιον.
καί γε τοῦτο ματαιότης.
Verse: 20 
καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασϑαι τῇ καρδίᾳ μου
ἐπὶ παντὶ τῷ μόχϑῳ, ἐμόχϑησα ὑπὸ τὸν ἥλιον,
Verse: 21 
ὅτι ἔστιν ἄνϑρωπος, οὗ μόχϑος αὐτοῦ
ἐν σοϕίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ,
καὶ ἄνϑρωπος, ὃς οὐκ ἐμόχϑησεν ἐν αὐτῷ,
δώσει αὐτῷ μερίδα αὐτοῦ.
καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη.
Verse: 22 
ὅτι τί γίνεται τῷ ἀνϑρώπῳ ἐν παντὶ μόχϑῳ αὐτοῦ
καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ,
αὐτὸς μοχϑεῖ ὑπὸ τὸν ἥλιον;
Verse: 23 
ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ
ἀλγημάτων καὶ ϑυμοῦ περισπασμὸς αὐτοῦ,
καί γε ἐν νυκτὶ οὐ κοιμᾶται καρδία αὐτοῦ.
καί γε τοῦτο ματαιότης ἐστίν.
Verse: 24 
Οὐκ ἔστιν ἀγαϑὸν ἐν ἀνϑρώπῳ·
ϕάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ,
ἀγαϑὸν ἐν μόχϑῳ αὐτοῦ.
καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ ϑεοῦ ἐστιν·
Verse: 25 
ὅτι τίς ϕάγεται καὶ τίς ϕείσεται πάρεξ αὐτοῦ;
Verse: 26 
ὅτι τῷ ἀνϑρώπῳ τῷ ἀγαϑῷ
πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοϕίαν
καὶ γνῶσιν καὶ εὐϕροσύνην·
καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν
τοῦ προσϑεῖναι καὶ τοῦ συναγαγεῖν
τοῦ δοῦναι τῷ ἀγαϑῷ πρὸ προσώπου τοῦ ϑεοῦ·
ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.