TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 51
Previous part

Book: Ex. 
ΕΞΟΔΟΣ


Chapter: 1 
Verse: 1    Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλϑοσαν ·
Verse: 2    
Ρουβην, Συμεων, Λευι, Ιουδας,
Verse: 3    
Ισσαχαρ, Ζαβουλων καὶ Βενιαμιν,
Verse: 4    
Δαν καὶ Νεϕϑαλι, Γαδ καὶ Ασηρ.
Verse: 5    
Ιωσηϕ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα.
Verse: 6    
ἐτελεύτησεν δὲ Ιωσηϕ καὶ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα γενεὰ ἐκείνη.
Verse: 7    
οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήϑησαν καὶ ἐπληϑύνϑησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σϕόδρα σϕόδρα, ἐπλήϑυνεν δὲ γῆ αὐτούς.
Verse: 8    
᾽Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ιωσηϕ.
Verse: 9    
εἶπεν δὲ τῷ ἔϑνει αὐτοῦ ᾽Ιδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆϑος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς·
Verse: 10    
δεῦτε οὖν κατασοϕισώμεϑα αὐτούς, μήποτε πληϑυνϑῇ καί, ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεϑήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
Verse: 11    
καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω, τήν τε Πιϑωμ καὶ Ραμεσση καὶ Ων, ἐστιν ῾Ηλίου πόλις.
Verse: 12    
καϑότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σϕόδρα σϕόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ.
Verse: 13    
καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ
Verse: 14    
καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινϑείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.
Verse: 15    
Καὶ εἶπεν βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων, τῇ μιᾷ αὐτῶν, ὄνομα Σεπϕωρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα,
Verse: 16    
καὶ εἶπεν ῞Οταν μαιοῦσϑε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν , ἀποκτείνατε αὐτό, ἐὰν δὲ ϑῆλυ, περιποιεῖσϑε αὐτό.
Verse: 17    
ἐϕοβήϑησαν δὲ αἱ μαῖαι τὸν ϑεὸν καὶ οὐκ ἐποίησαν καϑότι συνέταξεν αὐταῖς βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
Verse: 18    
ἐκάλεσεν δὲ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
Verse: 19    
εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι, τίκτουσιν γὰρ πρὶν εἰσελϑεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.
Verse: 20    
εὖ δὲ ἐποίει ϑεὸς ταῖς μαίαις, καὶ ἐπλήϑυνεν λαὸς καὶ ἴσχυεν σϕόδρα.
Verse: 21    
ἐπειδὴ ἐϕοβοῦντο αἱ μαῖαι τὸν ϑεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
Verse: 22    
συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν, ἐὰν τεχϑῇ τοῖς Εβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε· καὶ πᾶν ϑῆλυ, ζωογονεῖτε αὐτό.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.