TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 60
Previous part

Chapter: 10 
Verse: 1    Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελϑε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν ϑεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλϑῃ τὰ σημεῖα ταῦτα ἐπ' αὐτούς·
Verse: 2    
ὅπως διηγήσησϑε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος.
Verse: 3    
εἰσῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ϑεὸς τῶν Εβραίων ῞Εως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
Verse: 4    
ἐὰν δὲ μὴ ϑέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου,
Verse: 5    
καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειϕϑέν, κατέλιπεν ὑμῖν χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ ϕυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
Verse: 6    
καὶ πλησϑήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν ϑεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀϕ' ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλϑεν ἀπὸ Φαραω.
Verse: 7    
καὶ λέγουσιν οἱ ϑεράποντες Φαραω πρὸς αὐτόν ῞Εως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνϑρώπους, ὅπως λατρεύσωσιν τῷ ϑεῷ αὐτῶν· εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
Verse: 8    
καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω, καὶ εἶπεν αὐτοῖς Πορεύεσϑε καὶ λατρεύσατε τῷ ϑεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
Verse: 9    
καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεϑα, σὺν τοῖς υἱοῖς καὶ ϑυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ ϑεοῦ ἡμῶν.
Verse: 10    
καὶ εἶπεν πρὸς αὐτούς ῎Εστω οὕτως, κύριος μεϑ' ὑμῶν· καϑότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν.
Verse: 11    
μὴ οὕτως· πορευέσϑωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ ϑεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω.
Verse: 12    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο χάλαζα.
Verse: 13    
καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήϑη, καὶ ἄνεμος νότος ἀνέλαβεν τὴν ἀκρίδα
Verse: 14    
καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σϕόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
Verse: 15    
καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐϕϑάρη γῆ· καὶ κατέϕαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείϕϑη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείϕϑη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 16    
κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ῾Ημάρτηκα ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
Verse: 17    
προσδέξασϑε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασϑε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν, καὶ περιελέτω ἀπ' ἐμοῦ τὸν ϑάνατον τοῦτον.
Verse: 18    
ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν ϑεόν.
Verse: 19    
καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ ϑαλάσσης σϕοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυϑρὰν ϑάλασσαν, καὶ οὐχ ὑπελείϕϑη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
Verse: 20    
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ.
Verse: 21    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηϑήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαϕητὸν σκότος.
Verse: 22    
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόϕος ϑύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας,
Verse: 23    
καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελϕὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν ϕῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο.
Verse: 24    
καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσϑε· καὶ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεϑ' ὑμῶν.
Verse: 25    
καὶ εἶπεν Μωυσῆς ᾽Αλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ ϑυσίας, ποιήσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν,
Verse: 26    
καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεϑ' ἡμῶν, καὶ οὐχ ὑπολειψόμεϑα ὁπλήν· ἀπ' αὐτῶν γὰρ λημψόμεϑα λατρεῦσαι κυρίῳ τῷ ϑεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ ϑεῷ ἡμῶν, ἕως τοῦ ἐλϑεῖν ἡμᾶς ἐκεῖ.
Verse: 27    
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήϑη ἐξαποστεῖλαι αὐτούς.
Verse: 28    
καὶ λέγει Φαραω ῎Απελϑε ἀπ' ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσϑεῖναι ἰδεῖν μου τὸ πρόσωπον· δ' ἂν ἡμέρᾳ ὀϕϑῇς μοι, ἀποϑανῇ.
Verse: 29    
λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀϕϑήσομαί σοι εἰς πρόσωπον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.