TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 62
Previous part

Chapter: 12 
Verse: 1    Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων
Verse: 2    
῾Ο μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ.
Verse: 3    
λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ' οἰκίαν.
Verse: 4    
ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήμψεται μεϑ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριϑμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριϑμήσεται εἰς πρόβατον.
Verse: 5    
πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίϕων λήμψεσϑε.
Verse: 6    
καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σϕάξουσιν αὐτὸ πᾶν τὸ πλῆϑος συναγωγῆς υἱῶν Ισραηλ πρὸς ἑσπέραν.
Verse: 7    
καὶ λήμψονται ἀπὸ τοῦ αἵματος καὶ ϑήσουσιν ἐπὶ τῶν δύο σταϑμῶν καὶ ἐπὶ τὴν ϕλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν ϕάγωσιν αὐτὰ ἐν αὐτοῖς.
Verse: 8    
καὶ ϕάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.
Verse: 9    
οὐκ ἔδεσϑε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ' ὀπτὰ πυρί, κεϕαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσϑίοις.
Verse: 10    
οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε.
Verse: 11    
οὕτως δὲ ϕάγεσϑε αὐτό· αἱ ὀσϕύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσϑε αὐτὸ μετὰ σπουδῆς· πασχα ἐστὶν κυρίῳ.
Verse: 12    
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνϑρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς ϑεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ κύριος.
Verse: 13    
καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.
Verse: 14    
καὶ ἔσται ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.
Verse: 15    
ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσϑε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀϕανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς, ὃς ἂν ϕάγῃ ζύμην, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης.
Verse: 16    
καὶ ἡμέρα πρώτη κληϑήσεται ἁγία, καὶ ἡμέρα ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηϑήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηϑήσεται ὑμῖν.
Verse: 17    
καὶ ϕυλάξεσϑε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον.
Verse: 18    
ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀϕ' ἑσπέρας ἔδεσϑε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας.
Verse: 19    
ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεϑήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς, ὃς ἂν ϕάγῃ ζυμωτόν, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ισραηλ ἔν τε τοῖς γειώραις καὶ αὐτόχϑοσιν τῆς γῆς·
Verse: 20    
πᾶν ζυμωτὸν οὐκ ἔδεσϑε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσϑε ἄζυμα.
Verse: 21    
᾽Εκάλεσεν δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ᾽Απελϑόντες λάβετε ὑμῖν ἑαυτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν καὶ ϑύσατε τὸ πασχα.
Verse: 22    
λήμψεσϑε δὲ δεσμὴν ὑσσώπου καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν ϑύραν καϑίξετε τῆς ϕλιᾶς καὶ ἐπ' ἀμϕοτέρων τῶν σταϑμῶν ἀπὸ τοῦ αἵματος, ἐστιν παρὰ τὴν ϑύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσϑε ἕκαστος τὴν ϑύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί.
Verse: 23    
καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς ϕλιᾶς καὶ ἐπ' ἀμϕοτέρων τῶν σταϑμῶν, καὶ παρελεύσεται κύριος τὴν ϑύραν καὶ οὐκ ἀϕήσει τὸν ὀλεϑρεύοντα εἰσελϑεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.
Verse: 24    
καὶ ϕυλάξεσϑε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος.
Verse: 25    
ἐὰν δὲ εἰσέλϑητε εἰς τὴν γῆν, ἣν ἂν δῷ κύριος ὑμῖν, καϑότι ἐλάλησεν, ϕυλάξεσϑε τὴν λατρείαν ταύτην.
Verse: 26    
καὶ ἔσται, ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν Τίς λατρεία αὕτη;
Verse: 27    
καὶ ἐρεῖτε αὐτοῖς Θυσία τὸ πασχα τοῦτο κυρίῳ, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ισραηλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο. καὶ κύψας λαὸς προσεκύνησεν.
Verse: 28    
καὶ ἀπελϑόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων, οὕτως ἐποίησαν.
Verse: 29    
᾽Εγενήϑη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω τοῦ καϑημένου ἐπὶ τοῦ ϑρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους.
Verse: 30    
καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ ϑεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήϑη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν οὐκ ἦν ἐν αὐτῇ τεϑνηκώς.
Verse: 31    
καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων νυκτὸς καὶ εἶπεν αὐτοῖς ᾽Ανάστητε καὶ ἐξέλϑατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ισραηλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν, καϑὰ λέγετε·
Verse: 32    
καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσϑε, εὐλογήσατε δὲ κἀμέ.
Verse: 33    
καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γὰρ ὅτι Πάντες ἡμεῖς ἀποϑνῄσκομεν.
Verse: 34    
ἀνέλαβεν δὲ λαὸς τὸ σταῖς πρὸ τοῦ ζυμωϑῆναι, τὰ ϕυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων.
Verse: 35    
οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν καϑὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν·
Verse: 36    
καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
Verse: 37    
᾽Απάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση εἰς Σοκχωϑα εἰς ἑξακοσίας χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς,
Verse: 38    
καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σϕόδρα.
Verse: 39    
καὶ ἔπεψαν τὸ σταῖς, ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυϕίας ἀζύμους· οὐ γὰρ ἐζυμώϑη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήϑησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν.
Verse: 40    
δὲ κατοίκησις τῶν υἱῶν Ισραηλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χανααν, ἔτη τετρακόσια τριάκοντα,
Verse: 41    
καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλϑεν πᾶσα δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου.
Verse: 42    
νυκτὸς προϕυλακή ἐστιν τῷ κυρίῳ ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη νὺξ αὕτη προϕυλακὴ κυρίῳ ὥστε πᾶσι τοῖς υἱοῖς Ισραηλ εἶναι εἰς γενεὰς αὐτῶν.
Verse: 43    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Οὗτος νόμος τοῦ πασχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ·
Verse: 44    
καὶ πᾶν οἰκέτην τινὸς ἀργυρώνητον περιτεμεῖς αὐτόν, καὶ τότε ϕάγεται ἀπ' αὐτοῦ·
Verse: 45    
πάροικος μισϑωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ.
Verse: 46    
ἐν οἰκίᾳ μιᾷ βρωϑήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ.
Verse: 47    
πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ποιήσει αὐτό.
Verse: 48    
ἐὰν δέ τις προσέλϑῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πασχα κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ αὐτόχϑων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ.
Verse: 49    
νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελϑόντι προσηλύτῳ ἐν ὑμῖν.
Verse: 50    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων πρὸς αὐτούς, οὕτως ἐποίησαν.
Verse: 51    
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξήγαγεν κύριος τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.