TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 63
Previous part

Chapter: 13 
Verse: 1    Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
῾Αγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνϑρώπου ἕως κτήνους· ἐμοί ἐστιν.
Verse: 3    
Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ἐξήλϑατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦϑεν· καὶ οὐ βρωϑήσεται ζύμη.
Verse: 4    
ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσϑε ἐν μηνὶ τῶν νέων.
Verse: 5    
καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ϑεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ.
Verse: 6    
ἓξ ἡμέρας ἔδεσϑε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου·
Verse: 7    
ἄζυμα ἔδεσϑε τὰς ἑπτὰ ἡμέρας, οὐκ ὀϕϑήσεταί σοι ζυμωτόν, οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου.
Verse: 8    
καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Διὰ τοῦτο ἐποίησεν κύριος ϑεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου.
Verse: 9    
καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀϕϑαλμῶν σου, ὅπως ἂν γένηται νόμος κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ϑεὸς ἐξ Αἰγύπτου.
Verse: 10    
καὶ ϕυλάξεσϑε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀϕ' ἡμερῶν εἰς ἡμέρας.
Verse: 11    
καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ϑεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν,
Verse: 12    
καὶ ἀϕελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσίν σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικά, ἁγιάσεις τῷ κυρίῳ.
Verse: 13    
πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνϑρώπου τῶν υἱῶν σου λυτρώσῃ.
Verse: 14    
ἐὰν δὲ ἐρωτήσῃ σε υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι ᾽Εν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας·
Verse: 15    
ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνϑρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ ϑύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.
Verse: 16    
καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀϕϑαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου.
Verse: 17    
῾Ως δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ϑεὸς ὁδὸν γῆς Φυλιστιιμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ϑεός Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον.
Verse: 18    
καὶ ἐκύκλωσεν ϑεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυϑρὰν ϑάλασσαν. πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου.
Verse: 19    
καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηϕ μεϑ' ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν Ιωσηϕ τοὺς υἱοὺς Ισραηλ λέγων ᾽Επισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦϑεν μεϑ' ὑμῶν.
Verse: 20    
ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωϑ ἐστρατοπέδευσαν ἐν Οϑομ παρὰ τὴν ἔρημον.
Verse: 21    
δὲ ϑεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεϕέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·
Verse: 22    
οὐκ ἐξέλιπεν στῦλος τῆς νεϕέλης ἡμέρας καὶ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.