TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 64
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς ϑαλάσσης ἐξ ἐναντίας Βεελσεπϕων, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς ϑαλάσσης.
Verse: 3    
καὶ ἐρεῖ Φαραω τῷ λαῷ αὐτοῦ Οἱ υἱοὶ Ισραηλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικεν γὰρ αὐτοὺς ἔρημος.
Verse: 4    
ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασϑήσομαι ἐν Φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος. καὶ ἐποίησαν οὕτως.
Verse: 5    
καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέϕευγεν λαός· καὶ μετεστράϕη καρδία Φαραω καὶ τῶν ϑεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν Τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ τοῦ μὴ δουλεύειν ἡμῖν;
Verse: 6    
ἔζευξεν οὖν Φαραω τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεϑ' ἑαυτοῦ
Verse: 7    
καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων.
Verse: 8    
καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω βασιλέως Αἰγύπτου καὶ τῶν ϑεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ισραηλ· οἱ δὲ υἱοὶ Ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ.
Verse: 9    
καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν ϑάλασσαν, καὶ πᾶσα ἵππος καὶ τὰ ἅρματα Φαραω καὶ οἱ ἱππεῖς καὶ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας Βεελσεπϕων.
Verse: 10    
καὶ Φαραω προσῆγεν· καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ισραηλ τοῖς ὀϕϑαλμοῖς ὁρῶσιν, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐϕοβήϑησαν σϕόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ισραηλ πρὸς κύριον.
Verse: 11    
καὶ εἶπεν πρὸς Μωυσῆν Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς ϑανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου;
Verse: 12    
οὐ τοῦτο ἦν τὸ ῥῆμα, ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἀποϑανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.
Verse: 13    
εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Θαρσεῖτε· στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ ϑεοῦ, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσϑήσεσϑε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον·
Verse: 14    
κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε.
Verse: 15    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς Ισραηλ, καὶ ἀναζευξάτωσαν·
Verse: 16    
καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν ϑάλασσαν καὶ ῥῆξον αὐτήν, καὶ εἰσελϑάτωσαν οἱ υἱοὶ Ισραηλ εἰς μέσον τῆς ϑαλάσσης κατὰ τὸ ξηρόν.
Verse: 17    
καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασϑήσομαι ἐν Φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ.
Verse: 18    
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν Φαραω καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ.
Verse: 19    
ἐξῆρεν δὲ ἄγγελος τοῦ ϑεοῦ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ισραηλ καὶ ἐπορεύϑη ἐκ τῶν ὄπισϑεν· ἐξῆρεν δὲ καὶ στῦλος τῆς νεϕέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν.
Verse: 20    
καὶ εἰσῆλϑεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ισραηλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόϕος, καὶ διῆλϑεν νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα·
Verse: 21    
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν ϑάλασσαν, καὶ ὑπήγαγεν κύριος τὴν ϑάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν ϑάλασσαν ξηράν, καὶ ἐσχίσϑη τὸ ὕδωρ.
Verse: 22    
καὶ εἰσῆλϑον οἱ υἱοὶ Ισραηλ εἰς μέσον τῆς ϑαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων·
Verse: 23    
κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι καὶ εἰσῆλϑον ὀπίσω αὐτῶν, πᾶσα ἵππος Φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς ϑαλάσσης.
Verse: 24    
ἐγενήϑη δὲ ἐν τῇ ϕυλακῇ τῇ ἑωϑινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεϕέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων
Verse: 25    
καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι Φύγωμεν ἀπὸ προσώπου Ισραηλ· γὰρ κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.
Verse: 26    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν ϑάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας.
Verse: 27    
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν ϑάλασσαν, καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔϕυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τῆς ϑαλάσσης.
Verse: 28    
καὶ ἐπαναστραϕὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτῶν εἰς τὴν ϑάλασσαν, καὶ οὐ κατελείϕϑη ἐξ αὐτῶν οὐδὲ εἷς.
Verse: 29    
οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύϑησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς ϑαλάσσης, τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων.
Verse: 30    
καὶ ἐρρύσατο κύριος τὸν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν Ισραηλ τοὺς Αἰγυπτίους τεϑνηκότας παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης.
Verse: 31    
εἶδεν δὲ Ισραηλ τὴν χεῖρα τὴν μεγάλην, ἐποίησεν κύριος τοῖς Αἰγυπτίοις· ἐϕοβήϑη δὲ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τῷ ϑεῷ καὶ Μωυσῇ τῷ ϑεράποντι αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.