TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 70
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων
Verse: 2    
᾽Εγώ εἰμι κύριος ϑεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
Verse: 3    
οὐκ ἔσονταί σοι ϑεοὶ ἕτεροι πλὴν ἐμοῦ.
Verse: 4    
οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
Verse: 5    
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ϑεός σου, ϑεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με
Verse: 6    
καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς ϕυλάσσουσιν τὰ προστάγματά μου.
Verse: 7    
οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ ϑεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καϑαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
Verse: 8    
μνήσϑητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν.
Verse: 9    
ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
Verse: 10    
τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ ϑεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ υἱός σου καὶ ϑυγάτηρ σου, παῖς σου καὶ παιδίσκη σου, βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος παροικῶν ἐν σοί.
Verse: 11    
ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.
Verse: 12    
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαϑῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι.
Verse: 13    
οὐ μοιχεύσεις.
Verse: 14    
οὐ κλέψεις.
Verse: 15    
οὐ ϕονεύσεις.
Verse: 16    
οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.
Verse: 17    
οὐκ ἐπιϑυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιϑυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.
Verse: 18    
Καὶ πᾶς λαὸς ἑώρα τὴν ϕωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν ϕωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· ϕοβηϑέντες δὲ πᾶς λαὸς ἔστησαν μακρόϑεν.
Verse: 19    
καὶ εἶπαν πρὸς Μωυσῆν Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ϑεός, μήποτε ἀποϑάνωμεν.
Verse: 20    
καὶ λέγει αὐτοῖς Μωυσῆς Θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήϑη ϑεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ϕόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.
Verse: 21    
εἱστήκει δὲ λαὸς μακρόϑεν, Μωυσῆς δὲ εἰσῆλϑεν εἰς τὸν γνόϕον, οὗ ἦν ϑεός.
Verse: 22    
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ ῾Υμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς·
Verse: 23    
οὐ ποιήσετε ἑαυτοῖς ϑεοὺς ἀργυροῦς καὶ ϑεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς.
Verse: 24    
ϑυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ ϑύσετε ἐπ' αὐτοῦ τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια ὑμῶν, τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.
Verse: 25    
ἐὰν δὲ ϑυσιαστήριον ἐκ λίϑων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτούς, καὶ μεμίανται.
Verse: 26    
οὐκ ἀναβήσῃ ἐν ἀναβαϑμίσιν ἐπὶ τὸ ϑυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.