TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 74
Previous part

Chapter: 24 
Verse: 1    Καὶ Μωυσῇ εἶπεν ᾽Ανάβηϑι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ισραηλ, καὶ προσκυνήσουσιν μακρόϑεν τῷ κυρίῳ·
Verse: 2    
καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν ϑεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτῶν.
Verse: 3    
εἰσῆλϑεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ ϑεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίϑη δὲ πᾶς λαὸς ϕωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους, οὓς ἐλάλησεν κύριος, ποιήσομεν καὶ ἀκουσόμεϑα.
Verse: 4    
καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου. ὀρϑρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν ϑυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίϑους εἰς τὰς δώδεκα ϕυλὰς τοῦ Ισραηλ·
Verse: 5    
καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ισραηλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔϑυσαν ϑυσίαν σωτηρίου τῷ ϑεῷ μοσχάρια.
Verse: 6    
λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ ϑυσιαστήριον.
Verse: 7    
καὶ λαβὼν τὸ βιβλίον τῆς διαϑήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν Πάντα, ὅσα ἐλάλησεν κύριος, ποιήσομεν καὶ ἀκουσόμεϑα.
Verse: 8    
λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν ᾽Ιδοὺ τὸ αἷμα τῆς διαϑήκης, ἧς διέϑετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
Verse: 9    
Καὶ ἀνέβη Μωυσῆς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ισραηλ
Verse: 10    
καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ἐκεῖ ϑεὸς τοῦ Ισραηλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνϑου σαπϕείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καϑαριότητι.
Verse: 11    
καὶ τῶν ἐπιλέκτων τοῦ Ισραηλ οὐ διεϕώνησεν οὐδὲ εἷς· καὶ ὤϕϑησαν ἐν τῷ τόπῳ τοῦ ϑεοῦ καὶ ἔϕαγον καὶ ἔπιον.
Verse: 12    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾽Ανάβηϑι πρός με εἰς τὸ ὄρος καὶ ἴσϑι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίϑινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοϑετῆσαι αὐτοῖς.
Verse: 13    
καὶ ἀναστὰς Μωυσῆς καὶ ᾽Ιησοῦς παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ ϑεοῦ·
Verse: 14    
καὶ τοῖς πρεσβυτέροις εἶπαν ῾Ησυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεϑ' ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσϑωσαν αὐτοῖς.
Verse: 15    
καὶ ἀνέβη Μωυσῆς καὶ ᾽Ιησοῦς εἰς τὸ ὄρος, καὶ ἐκάλυψεν νεϕέλη τὸ ὄρος.
Verse: 16    
καὶ κατέβη δόξα τοῦ ϑεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα, καὶ ἐκάλυψεν αὐτὸ νεϕέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεϕέλης.
Verse: 17    
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ ϕλέγον ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ.
Verse: 18    
καὶ εἰσῆλϑεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεϕέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.