TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 80
Previous part

Chapter: 30 
Verse: 1    Καὶ ποιήσεις ϑυσιαστήριον ϑυμιάματος ἐκ ξύλων ἀσήπτων· καὶ ποιήσεις αὐτὸ
Verse: 2    
πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος τετράγωνον ἔσται καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
Verse: 3    
καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καϑαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεϕάνην χρυσῆν κύκλῳ.
Verse: 4    
καὶ δύο δακτυλίους χρυσοῦς καϑαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεϕάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.
Verse: 5    
καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.
Verse: 6    
καὶ ϑήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσϑήσομαί σοι ἐκεῖϑεν.
Verse: 7    
καὶ ϑυμιάσει ἐπ' αὐτοῦ Ααρων ϑυμίαμα σύνϑετον λεπτόν· τὸ πρωὶ πρωί, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, ϑυμιάσει ἐπ' αὐτοῦ,
Verse: 8    
καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ, ϑυμιάσει ἐπ' αὐτοῦ· ϑυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν.
Verse: 9    
καὶ οὐκ ἀνοίσεις ἐπ' αὐτοῦ ϑυμίαμα ἕτερον, κάρπωμα, ϑυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ' αὐτοῦ.
Verse: 10    
καὶ ἐξιλάσεται ἐπ' αὐτὸ Ααρων ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καϑαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καϑαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ
Verse: 11    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 12    
᾽Εὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
Verse: 13    
καὶ τοῦτό ἐστιν δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσι ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσϕορὰ κυρίῳ.
Verse: 14    
πᾶς παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσιν τὴν εἰσϕορὰν κυρίῳ.
Verse: 15    
πλουτῶν οὐ προσϑήσει καὶ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσϕορὰν κυρίῳ ἐξιλάσασϑαι περὶ τῶν ψυχῶν ὑμῶν.
Verse: 16    
καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσϕορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασϑαι περὶ τῶν ψυχῶν ὑμῶν.
Verse: 17    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 18    
Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσϑαι· καὶ ϑήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ ϑυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ,
Verse: 19    
καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.
Verse: 20    
ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποϑάνωσιν· ὅταν προσπορεύωνται πρὸς τὸ ϑυσιαστήριον λειτουργεῖν καὶ ἀναϕέρειν τὰ ὁλοκαυτώματα κυρίῳ,
Verse: 21    
νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποϑάνωσιν· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ' αὐτόν.
Verse: 22    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 23    
Καὶ σὺ λαβὲ ἡδύσματα, τὸ ἄνϑος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
Verse: 24    
καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν
Verse: 25    
καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται.
Verse: 26    
καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου
Verse: 27    
καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ ϑυσιαστήριον τοῦ ϑυμιάματος
Verse: 28    
καὶ τὸ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
Verse: 29    
καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ἁπτόμενος αὐτῶν ἁγιασϑήσεται.
Verse: 30    
καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.
Verse: 31    
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ῎Ελαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 32    
ἐπὶ σάρκα ἀνϑρώπου οὐ χρισϑήσεται, καὶ κατὰ τὴν σύνϑεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν.
Verse: 33    
ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ' αὐτοῦ ἀλλογενεῖ, ἐξολεϑρευϑήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
Verse: 34    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λαβὲ σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαϕανῆ, ἴσον ἴσῳ ἔσται·
Verse: 35    
καὶ ποιήσουσιν ἐν αὐτῷ ϑυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καϑαρόν, ἔργον ἅγιον.
Verse: 36    
καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ ϑήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅϑεν γνωσϑήσομαί σοι ἐκεῖϑεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν.
Verse: 37    
ϑυμίαμα κατὰ τὴν σύνϑεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς· ἁγίασμα ἔσται ὑμῖν κυρίῳ·
Verse: 38    
ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσϕραίνεσϑαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.