TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1143
Previous part

Chapter: 27 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, λαβὲ ἐπὶ Σορ ϑρῆνον
Verse: 3    
καὶ ἐρεῖς τῇ Σορ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς ϑαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν Τάδε λέγει κύριος τῇ Σορ Σὺ εἶπας ᾽Εγὼ περιέϑηκα ἐμαυτῇ κάλλος μου.
Verse: 4    
ἐν καρδίᾳ ϑαλάσσης τῷ Βεελιμ υἱοί σου περιέϑηκάν σοι κάλλος.
Verse: 5    
κέδρος ἐκ Σανιρ ᾠκοδομήϑη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήμϕϑησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους.
Verse: 6    
ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέϕαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιιν.
Verse: 7    
βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιϑεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινϑον καὶ πορϕύραν ἐκ τῶν νήσων Ελισαι καὶ ἐγένετο περιβόλαιά σου.
Verse: 8    
καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ Αράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοϕοί σου, Σορ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου.
Verse: 9    
οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοϕοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς ϑαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.
Verse: 10    
Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεϕαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.
Verse: 11    
υἱοὶ Αραδίων καὶ δύναμίς σου ἐπὶ τῶν τειχέων σου ϕύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς ϕαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.
Verse: 12    
Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήϑους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου.
Verse: 13    
῾Ελλὰς καὶ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνϑρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου.
Verse: 14    
ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου.
Verse: 15    
υἱοὶ ῾Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήϑυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεϕαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισϑούς σου,
Verse: 16    
ἀνϑρώπους ἐμπορίαν σου ἀπὸ πλήϑους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις, καὶ Ραμωϑ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου.
Verse: 17    
Ιουδας καὶ οἱ υἱοὶ τοῦ Ισραηλ, οὗτοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου.
Verse: 18    
Δαμασκὸς ἔμπορός σου ἐκ πλήϑους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου·
Verse: 19    
καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμίκτῳ σού ἐστιν.
Verse: 20    
Δαιδαν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.
Verse: 21    
᾽Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε.
Verse: 22    
ἔμποροι Σαβα καὶ Ραγμα, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίϑων χρηστῶν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου.
Verse: 23    
Χαρραν καὶ Χαννα, οὗτοι ἔμποροί σου. Ασσουρ καὶ Χαρμαν ἔμποροί σου
Verse: 24    
ϕέροντες ἐμπορίαν ὑάκινϑον καὶ ϑησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα.
Verse: 25    
πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήϑει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσϑης καὶ ἐβαρύνϑης σϕόδρα ἐν καρδίᾳ ϑαλάσσης.
Verse: 26    
ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέν σε ἐν καρδίᾳ ϑαλάσσης.
Verse: 27    
ἦσαν δυνάμεις σου καὶ μισϑός σου καὶ τῶν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ ϑαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.
Verse: 28    
πρὸς τὴν ϕωνὴν τῆς κραυγῆς σου οἱ κυβερνῆταί σου ϕόβῳ ϕοβηϑήσονται,
Verse: 29    
καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς ϑαλάσσης ἐπὶ τὴν γῆν στήσονται
Verse: 30    
καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ ϕωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιϑήσουσιν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν γῆν καὶ σποδὸν ὑποστρώσονται.
Verse: 32    
καὶ λήμψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ ϑρῆνον καὶ ϑρήνημά σοι
Verse: 33    
Πόσον τινὰ εὗρες μισϑὸν ἀπὸ τῆς ϑαλάσσης; ἐνέπλησας ἔϑνη ἀπὸ τοῦ πλήϑους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς.
Verse: 34    
νῦν συνετρίβης ἐν ϑαλάσσῃ, ἐν βάϑει ὕδατος· σύμμικτός σου καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, πάντες οἱ κωπηλάται σου.
Verse: 35    
πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν.
Verse: 36    
ἔμποροι ἀπὸ ἐϑνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.