TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1145
Previous part

Chapter: 29 
Verse: 1    ᾽Εν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προϕήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην
Verse: 3    
καὶ εἰπόν Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαϑήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα ᾽Εμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
Verse: 4    
καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχϑῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχϑύας τοῦ ποταμοῦ σου
Verse: 5    
καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχϑύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχϑῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς ϑηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
Verse: 6    
καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος, ἀνϑ' ὧν ἐγενήϑης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ.
Verse: 7    
ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐϑλάσϑης· καὶ ὅτε ἐπεκράτησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσϕύν.
Verse: 8    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομϕαίαν καὶ ἀπολῶ ἀνϑρώπους ἀπὸ σοῦ καὶ κτήνη·
Verse: 9    
καὶ ἔσται γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ἀντὶ τοῦ λέγειν σε Οἱ ποταμοὶ ἐμοί εἰσιν, καὶ ἐγὼ ἐποίησα αὐτούς.
Verse: 10    
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομϕαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰϑιόπων.
Verse: 11    
οὐ μὴ διέλϑῃ ἐν αὐτῇ ποὺς ἀνϑρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλϑῃ αὐτήν, καὶ οὐ κατοικηϑήσεται τεσσαράκοντα ἔτη.
Verse: 12    
καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔϑνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
Verse: 13    
τάδε λέγει κύριος Μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐϑνῶν, οὗ διεσκορπίσϑησαν ἐκεῖ,
Verse: 14    
καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παϑουρης, ἐν τῇ γῇ, ὅϑεν ἐλήμϕϑησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ
Verse: 15    
παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωϑῇ ἔτι ἐπὶ τὰ ἔϑνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔϑνεσιν.
Verse: 16    
καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουϑῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
Verse: 17    
Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 18    
Υἱὲ ἀνϑρώπου, Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεϕαλὴ ϕαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισϑὸς οὐκ ἐγενήϑη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν.
Verse: 19    
τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισϑὸς τῇ δυνάμει αὐτοῦ·
Verse: 20    
ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει κύριος κύριος
Verse: 21    
᾽Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.