TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1160
Previous part

Chapter: 44 
Verse: 1    Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατ' ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.
Verse: 2    
καὶ εἶπεν κύριος πρός με ῾Η πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχϑήσεται, καὶ οὐδεὶς μὴ διέλϑῃ δι' αὐτῆς, ὅτι κύριος ϑεὸς τοῦ Ισραηλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη·
Verse: 3    
διότι ἡγούμενος, οὗτος καϑήσεται ἐν αὐτῇ τοῦ ϕαγεῖν ἄρτον ἐναντίον κυρίου· κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.
Verse: 4    
καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης οἶκος κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
Verse: 5    
καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνϑρώπου, τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀϕϑαλμοῖς σου καὶ τοῖς ὠσίν σου ἄκουε πάντα, ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις.
Verse: 6    
καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος ϑεός ῾Ικανούσϑω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ισραηλ,
Verse: 7    
τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσϑαι ἐν τοῖς ἁγίοις μου, καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσϕέρειν ὑμᾶς ἄρτους, στέαρ καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαϑήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν
Verse: 8    
καὶ διετάξατε τοῦ ϕυλάσσειν ϕυλακὰς ἐν τοῖς ἁγίοις μου.
Verse: 9    
διὰ τοῦτο τάδε λέγει κύριος ϑεός Πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ισραηλ,
Verse: 10    
ἀλλ' οἱ Λευῖται, οἵτινες ἀϕήλαντο ἀπ' ἐμοῦ ἐν τῷ πλανᾶσϑαι τὸν Ισραηλ ἀπ' ἐμοῦ κατόπισϑεν τῶν ἐνϑυμημάτων αὐτῶν, καὶ λήμψονται ἀδικίαν αὐτῶν
Verse: 11    
καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες ϑυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σϕάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς ϑυσίας τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς.
Verse: 12    
ἀνϑ' ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ισραηλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ' αὐτούς, λέγει κύριος ϑεός,
Verse: 13    
καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει, ἐπλανήϑησαν.
Verse: 14    
καὶ κατατάξουσιν αὐτοὺς ϕυλάσσειν ϕυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα, ὅσα ἂν ποιήσωσιν.
Verse: 15    
οἱ ἱερεῖς οἱ Λευῖται οἱ υἱοὶ τοῦ Σαδδουκ, οἵτινες ἐϕυλάξαντο τὰς ϕυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσϑαι οἶκον Ισραηλ ἀπ' ἐμοῦ, οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσϕέρειν μοι ϑυσίαν, στέαρ καὶ αἷμα, λέγει κύριος ϑεός.
Verse: 16    
οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ ϕυλάξουσιν τὰς ϕυλακάς μου.
Verse: 17    
καὶ ἔσται ἐν τῷ εἰσπορεύεσϑαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς·
Verse: 18    
καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεϕαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσϕύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ.
Verse: 19    
καὶ ἐν τῷ ἐκπορεύεσϑαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ ϑήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.
Verse: 20    
καὶ τὰς κεϕαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσιν, καλύπτοντες καλύψουσιν τὰς κεϕαλὰς αὐτῶν.
Verse: 21    
καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσϑαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν.
Verse: 22    
καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλ' παρϑένον ἐκ τοῦ σπέρματος Ισραηλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήμψονται.
Verse: 23    
καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαϑάρτου καὶ καϑαροῦ γνωριοῦσιν αὐτοῖς.
Verse: 24    
καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινοῦσιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου ϕυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν.
Verse: 25    
καὶ ἐπὶ ψυχὴν ἀνϑρώπου οὐκ εἰσελεύσονται τοῦ μιανϑῆναι, ἀλλ' ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ ϑυγατρὶ καὶ ἐπὶ ἀδελϕῷ καὶ ἐπὶ ἀδελϕῇ αὐτοῦ, οὐ γέγονεν ἀνδρί, μιανϑήσεται.
Verse: 26    
καὶ μετὰ τὸ καϑαρισϑῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριϑμήσει αὐτῷ·
Verse: 27    
καὶ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμόν, λέγει κύριος ϑεός.
Verse: 28    
καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοϑήσεται ἐν τοῖς υἱοῖς Ισραηλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν.
Verse: 29    
καὶ τὰς ϑυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι ϕάγονται, καὶ πᾶν ἀϕόρισμα ἐν τῷ Ισραηλ αὐτοῖς ἔσται·
Verse: 30    
ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀϕαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογενήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ ϑεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν.
Verse: 31    
καὶ πᾶν ϑνησιμαῖον καὶ ϑηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ ϕάγονται οἱ ἱερεῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.