TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1163
Previous part

Chapter: 47 
Verse: 1    Καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόϑυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωϑεν τοῦ αἰϑρίου κατ' ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατ' ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 2    
καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωϑεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατ' ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεϕέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ.
Verse: 3    
καϑὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλϑεν ἐν τῷ ὕδατι ὕδωρ ἀϕέσεως·
Verse: 4    
καὶ διεμέτρησεν χιλίους, καὶ διῆλϑεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλϑεν ὕδωρ ἕως ὀσϕύος·
Verse: 5    
καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο διελϑεῖν, ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοῖζος χειμάρρου, ὃν οὐ διαβήσονται.
Verse: 6    
καὶ εἶπεν πρός με Εἰ ἑώρακας, υἱὲ ἀνϑρώπου; καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ.
Verse: 7    
ἐν τῇ ἐπιστροϕῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σϕόδρα ἔνϑεν καὶ ἔνϑεν.
Verse: 8    
καὶ εἶπεν πρός με Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν ᾽Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν ϑάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.
Verse: 9    
καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐϕ' ἂν ἐπέλϑῃ ἐκεῖ ποταμός, ζήσεται, καὶ ἔσται ἐκεῖ ἰχϑὺς πολὺς σϕόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν, ἐϕ' ἂν ἐπέλϑῃ ποταμὸς ἐκεῖ, ζήσεται.
Verse: 10    
καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ· ψυγμὸς σαγηνῶν ἔσται, καϑ' αὑτὴν ἔσται, καὶ οἱ ἰχϑύες αὐτῆς ὡς οἱ ἰχϑύες τῆς ϑαλάσσης τῆς μεγάλης πλῆϑος πολὺ σϕόδρα.
Verse: 11    
καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροϕῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται.
Verse: 12    
καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνϑεν καὶ ἔνϑεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωϑῇ ἐπ' αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.
Verse: 13    
Τάδε λέγει κύριος ϑεός Ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα ϕυλαῖς τῶν υἱῶν Ισραηλ πρόσϑεσις σχοινίσματος.
Verse: 14    
καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καϑὼς ἀδελϕὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
Verse: 15    
καὶ ταῦτα τὰ ὅρια τῆς γῆς πρὸς βορρᾶν· ἀπὸ τῆς ϑαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ημαϑ Σεδδαδα,
Verse: 16    
Βηρωϑα, Σεβραιμ, Ηλιαμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ημαϑ, αὐλὴ τοῦ Σαυναν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αυρανίτιδος.
Verse: 17    
ταῦτα τὰ ὅρια ἀπὸ τῆς ϑαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αιναν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν.
Verse: 18    
καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ισραηλ, Ιορδάνης διορίζει ἐπὶ τὴν ϑάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.
Verse: 19    
καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμωϑ Καδης παρεκτεῖνον ἐπὶ τὴν ϑάλασσαν τὴν μεγάλην· τοῦτο τὸ μέρος νότος καὶ λίψ.
Verse: 20    
τοῦτο τὸ μέρος τῆς ϑαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ημαϑ ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς ϑάλασσαν Ημαϑ.
Verse: 21    
καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς ϕυλαῖς τοῦ Ισραηλ.
Verse: 22    
βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχϑονες ἐν τοῖς υἱοῖς τοῦ Ισραηλ, μεϑ' ὑμῶν ϕάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν ϕυλῶν τοῦ Ισραηλ·
Verse: 23    
καὶ ἔσονται ἐν ϕυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ' αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει κύριος ϑεός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.