TITUS
Text collection: VT 
Vetus Testamentum graece iuxta LXX interpretes

Electronical edition
prepared by the
Center for Computer Analysis of Texts
at the University of Pennsylvania (CCAT);
TITUS version by J. Gippert,
Frankfurt a/M, December 1996 / 28.2.1998 / 30.6.1998 / 1.6.2000 / 19.4.2002 / 9.12.2008




Book: Gen. 
ΓΕΝΕΣΙΣ


Chapter: 1 
Verse: 1    ᾽Εν ἀρχῇ ἐποίησεν ϑεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 2    
δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα ϑεοῦ ἐπεϕέρετο ἐπάνω τοῦ ὕδατος.
Verse: 3    
καὶ εἶπεν ϑεός Γενηϑήτω ϕῶς. καὶ ἐγένετο ϕῶς.
Verse: 4    
καὶ εἶδεν ϑεὸς τὸ ϕῶς ὅτι καλόν. καὶ διεχώρισεν ϑεὸς ἀνὰ μέσον τοῦ ϕωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.
Verse: 5    
καὶ ἐκάλεσεν ϑεὸς τὸ ϕῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία.
Verse: 6    
Καὶ εἶπεν ϑεός Γενηϑήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως.
Verse: 7    
καὶ ἐποίησεν ϑεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ϑεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος.
Verse: 8    
καὶ ἐκάλεσεν ϑεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ϑεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα.
Verse: 9    
Καὶ εἶπεν ϑεός Συναχϑήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀϕϑήτω ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχϑη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤϕϑη ξηρά.
Verse: 10    
καὶ ἐκάλεσεν ϑεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν ϑαλάσσας. καὶ εἶδεν ϑεὸς ὅτι καλόν.
Verse: 11    
καὶ εἶπεν ϑεός Βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καϑ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Verse: 12    
καὶ ἐξήνεγκεν γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καϑ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ϑεὸς ὅτι καλόν.
Verse: 13    
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.
Verse: 14    
Καὶ εἶπεν ϑεός Γενηϑήτωσαν ϕωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς ϕαῦσιν τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς
Verse: 15    
καὶ ἔστωσαν εἰς ϕαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε ϕαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Verse: 16    
καὶ ἐποίησεν ϑεὸς τοὺς δύο ϕωστῆρας τοὺς μεγάλους, τὸν ϕωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν ϕωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας.
Verse: 17    
καὶ ἔϑετο αὐτοὺς ϑεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε ϕαίνειν ἐπὶ τῆς γῆς
Verse: 18    
καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ ϕωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ϑεὸς ὅτι καλόν.
Verse: 19    
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τετάρτη.
Verse: 20    
Καὶ εἶπεν ϑεός ᾽Εξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως.
Verse: 21    
καὶ ἐποίησεν ϑεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ϑεὸς ὅτι καλά.
Verse: 22    
καὶ ηὐλόγησεν αὐτὰ ϑεὸς λέγων Αὐξάνεσϑε καὶ πληϑύνεσϑε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς ϑαλάσσαις, καὶ τὰ πετεινὰ πληϑυνέσϑωσαν ἐπὶ τῆς γῆς.
Verse: 23    
καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα πέμπτη.
Verse: 24    
Καὶ εἶπεν ϑεός ᾽Εξαγαγέτω γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ ϑηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως.
Verse: 25    
καὶ ἐποίησεν ϑεὸς τὰ ϑηρία τῆς γῆς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ϑεὸς ὅτι καλά.
Verse: 26    
καὶ εἶπεν ϑεός Ποιήσωμεν ἄνϑρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καϑ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχϑύων τῆς ϑαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Verse: 27    
καὶ ἐποίησεν ϑεὸς τὸν ἄνϑρωπον, κατ' εἰκόνα ϑεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ ϑῆλυ ἐποίησεν αὐτούς.
Verse: 28    
καὶ ηὐλόγησεν αὐτοὺς ϑεὸς λέγων Αὐξάνεσϑε καὶ πληϑύνεσϑε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχϑύων τῆς ϑαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Verse: 29    
καὶ εἶπεν ϑεός ᾽Ιδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμον σπεῖρον σπέρμα, ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν
Verse: 30    
καὶ πᾶσι τοῖς ϑηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ τῷ ἕρποντι ἐπὶ τῆς γῆς, ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως.
Verse: 31    
καὶ εἶδεν ϑεὸς τὰ πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἕκτη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.