TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 27
Previous part

Chapter: 27 
Verse: 1    ᾽Εγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ισαακ καὶ ἠμβλύνϑησαν οἱ ὀϕϑαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ησαυ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ Υἱέ μου· καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ.
Verse: 2    
καὶ εἶπεν ᾽Ιδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
Verse: 3    
νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε ϕαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελϑε εἰς τὸ πεδίον καὶ ϑήρευσόν μοι ϑήραν
Verse: 4    
καὶ ποίησόν μοι ἐδέσματα, ὡς ϕιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα ϕάγω, ὅπως εὐλογήσῃ σε ψυχή μου πρὶν ἀποϑανεῖν με.
Verse: 5    
Ρεβεκκα δὲ ἤκουσεν λαλοῦντος Ισαακ πρὸς Ησαυ τὸν υἱὸν αὐτοῦ. ἐπορεύϑη δὲ Ησαυ εἰς τὸ πεδίον ϑηρεῦσαι ϑήραν τῷ πατρὶ αὐτοῦ·
Verse: 6    
Ρεβεκκα δὲ εἶπεν πρὸς Ιακωβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω ᾽Ιδὲ ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ησαυ τὸν ἀδελϕόν σου λέγοντος
Verse: 7    
῎Ενεγκόν μοι ϑήραν καὶ ποίησόν μοι ἐδέσματα, καὶ ϕαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ τοῦ ἀποϑανεῖν με.
Verse: 8    
νῦν οὖν, υἱέ, ἄκουσόν μου, καϑὰ ἐγώ σοι ἐντέλλομαι,
Verse: 9    
καὶ πορευϑεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖϑεν δύο ἐρίϕους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς ϕιλεῖ,
Verse: 10    
καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ ϕάγεται, ὅπως εὐλογήσῃ σε πατήρ σου πρὸ τοῦ ἀποϑανεῖν αὐτόν.
Verse: 11    
εἶπεν δὲ Ιακωβ πρὸς Ρεβεκκαν τὴν μητέρα αὐτοῦ ῎Εστιν Ησαυ ἀδελϕός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
Verse: 12    
μήποτε ψηλαϕήσῃ με πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταϕρονῶν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
Verse: 13    
εἶπεν δὲ αὐτῷ μήτηρ ᾽Επ' ἐμὲ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς ϕωνῆς μου καὶ πορευϑεὶς ἔνεγκέ μοι.
Verse: 14    
πορευϑεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ μητρί, καὶ ἐποίησεν μήτηρ αὐτοῦ ἐδέσματα, καϑὰ ἐϕίλει πατὴρ αὐτοῦ.
Verse: 15    
καὶ λαβοῦσα Ρεβεκκα τὴν στολὴν Ησαυ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ιακωβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
Verse: 16    
καὶ τὰ δέρματα τῶν ἐρίϕων περιέϑηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
Verse: 17    
καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ιακωβ τοῦ υἱοῦ αὐτῆς.
Verse: 18    
καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ. εἶπεν δέ Πάτερ. δὲ εἶπεν ᾽Ιδοὺ ἐγώ· τίς εἶ σύ, τέκνον;
Verse: 19    
καὶ εἶπεν Ιακωβ τῷ πατρὶ αὐτοῦ ᾽Εγὼ Ησαυ πρωτότοκός σου· ἐποίησα, καϑὰ ἐλάλησάς μοι· ἀναστὰς κάϑισον καὶ ϕάγε τῆς ϑήρας μου, ὅπως εὐλογήσῃ με ψυχή σου.
Verse: 20    
εἶπεν δὲ Ισαακ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο, ταχὺ εὗρες, τέκνον; δὲ εἶπεν ῝Ο παρέδωκεν κύριος ϑεός σου ἐναντίον μου.
Verse: 21    
εἶπεν δὲ Ισαακ τῷ Ιακωβ ῎Εγγισόν μοι, καὶ ψηλαϕήσω σε, τέκνον, εἰ σὺ εἶ υἱός μου Ησαυ οὔ.
Verse: 22    
ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάϕησεν αὐτὸν καὶ εἶπεν ῾Η μὲν ϕωνὴ ϕωνὴ Ιακωβ, αἱ δὲ χεῖρες χεῖρες Ησαυ.
Verse: 23    
καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ησαυ τοῦ ἀδελϕοῦ αὐτοῦ δασεῖαι· καὶ ηὐλόγησεν αὐτόν.
Verse: 24    
καὶ εἶπεν Σὺ εἶ υἱός μου Ησαυ; δὲ εἶπεν ᾽Εγώ.
Verse: 25    
καὶ εἶπεν Προσάγαγέ μοι, καὶ ϕάγομαι ἀπὸ τῆς ϑήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔϕαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν.
Verse: 26    
καὶ εἶπεν αὐτῷ Ισαακ πατὴρ αὐτοῦ ῎Εγγισόν μοι καὶ ϕίλησόν με, τέκνον.
Verse: 27    
καὶ ἐγγίσας ἐϕίλησεν αὐτόν, καὶ ὠσϕράνϑη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν ᾽Ιδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησεν κύριος.
Verse: 28    
καὶ δῴη σοι ϑεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆϑος σίτου καὶ οἴνου.
Verse: 29    
καὶ δουλευσάτωσάν σοι ἔϑνη, καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελϕοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. καταρώμενός σε ἐπικατάρατος, δὲ εὐλογῶν σε εὐλογημένος.
Verse: 30    
Καὶ ἐγένετο μετὰ τὸ παύσασϑαι Ισαακ εὐλογοῦντα Ιακωβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο ὡς ἐξῆλϑεν Ιακωβ ἀπὸ προσώπου Ισαακ τοῦ πατρὸς αὐτοῦ, καὶ Ησαυ ἀδελϕὸς αὐτοῦ ἦλϑεν ἀπὸ τῆς ϑήρας.
Verse: 31    
καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί ᾽Αναστήτω πατήρ μου καὶ ϕαγέτω τῆς ϑήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ψυχή σου.
Verse: 32    
καὶ εἶπεν αὐτῷ Ισαακ πατὴρ αὐτοῦ Τίς εἶ σύ; δὲ εἶπεν ᾽Εγώ εἰμι υἱός σου πρωτότοκος Ησαυ.
Verse: 33    
ἐξέστη δὲ Ισαακ ἔκστασιν μεγάλην σϕόδρα καὶ εἶπεν Τίς οὖν ϑηρεύσας μοι ϑήραν καὶ εἰσενέγκας μοι; καὶ ἔϕαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλϑεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔστω.
Verse: 34    
ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ησαυ τὰ ῥήματα Ισαακ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν ϕωνὴν μεγάλην καὶ πικρὰν σϕόδρα καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ.
Verse: 35    
εἶπεν δὲ αὐτῷ ᾽Ελϑὼν ἀδελϕός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου.
Verse: 36    
καὶ εἶπεν Δικαίως ἐκλήϑη τὸ ὄνομα αὐτοῦ Ιακωβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληϕεν καὶ νῦν εἴληϕεν τὴν εὐλογίαν μου. καὶ εἶπεν Ησαυ τῷ πατρὶ αὐτοῦ Οὐχ ὑπελίπω μοι εὐλογίαν, πάτερ;
Verse: 37    
ἀποκριϑεὶς δὲ Ισαακ εἶπεν τῷ Ησαυ Εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
Verse: 38    
εἶπεν δὲ Ησαυ πρὸς τὸν πατέρα αὐτοῦ Μὴ εὐλογία μία σοί ἐστιν, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχϑέντος δὲ Ισαακ ἀνεβόησεν ϕωνὴν Ησαυ καὶ ἔκλαυσεν.
Verse: 39    
ἀποκριϑεὶς δὲ Ισαακ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ ᾽Ιδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωϑεν·
Verse: 40    
καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ καὶ τῷ ἀδελϕῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καϑέλῃς, καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
Verse: 41    
Καὶ ἐνεκότει Ησαυ τῷ Ιακωβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν πατὴρ αὐτοῦ· εἶπεν δὲ Ησαυ ἐν τῇ διανοίᾳ ᾽Εγγισάτωσαν αἱ ἡμέραι τοῦ πένϑους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ιακωβ τὸν ἀδελϕόν μου.
Verse: 42    
ἀπηγγέλη δὲ Ρεβεκκα τὰ ῥήματα Ησαυ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ιακωβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ ᾽Ιδοὺ Ησαυ ἀδελϕός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
Verse: 43    
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς ϕωνῆς καὶ ἀναστὰς ἀπόδραϑι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν ἀδελϕόν μου εἰς Χαρραν
Verse: 44    
καὶ οἴκησον μετ' αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν ϑυμὸν
Verse: 45    
καὶ τὴν ὀργὴν τοῦ ἀδελϕοῦ σου ἀπὸ σοῦ καὶ ἐπιλάϑηται πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖϑεν, μήποτε ἀτεκνωϑῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
Verse: 46    
Εἶπεν δὲ Ρεβεκκα πρὸς Ισαακ Προσώχϑικα τῇ ζωῇ μου διὰ τὰς ϑυγατέρας τῶν υἱῶν Χετ· εἰ λήμψεται Ιακωβ γυναῖκα ἀπὸ τῶν ϑυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι ζῆν;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.