TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 28
Previous part

Chapter: 28 
Verse: 1    προσκαλεσάμενος δὲ Ισαακ τὸν Ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων Οὐ λήμψῃ γυναῖκα ἐκ τῶν ϑυγατέρων Χανααν·
Verse: 2    
ἀναστὰς ἀπόδραϑι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαϑουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖϑεν γυναῖκα ἐκ τῶν ϑυγατέρων Λαβαν τοῦ ἀδελϕοῦ τῆς μητρός σου.
Verse: 3    
δὲ ϑεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληϑύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐϑνῶν·
Verse: 4    
καὶ δῴη σοι τὴν εὐλογίαν Αβρααμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ϑεὸς τῷ Αβρααμ.
Verse: 5    
καὶ ἀπέστειλεν Ισαακ τὸν Ιακωβ, καὶ ἐπορεύϑη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν υἱὸν Βαϑουηλ τοῦ Σύρου ἀδελϕὸν δὲ Ρεβεκκας τῆς μητρὸς Ιακωβ καὶ Ησαυ.
Verse: 6    
Εἶδεν δὲ Ησαυ ὅτι εὐλόγησεν Ισαακ τὸν Ιακωβ καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ ἐκεῖϑεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων Οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν ϑυγατέρων Χανααν,
Verse: 7    
καὶ ἤκουσεν Ιακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύϑη εἰς τὴν Μεσοποταμίαν Συρίας,
Verse: 8    
καὶ εἶδεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ ϑυγατέρες Χανααν ἐναντίον Ισαακ τοῦ πατρὸς αὐτοῦ,
Verse: 9    
καὶ ἐπορεύϑη Ησαυ πρὸς Ισμαηλ καὶ ἔλαβεν τὴν Μαελεϑ ϑυγατέρα Ισμαηλ τοῦ υἱοῦ Αβρααμ ἀδελϕὴν Ναβαιωϑ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
Verse: 10    
Καὶ ἐξῆλϑεν Ιακωβ ἀπὸ τοῦ ϕρέατος τοῦ ὅρκου καὶ ἐπορεύϑη εἰς Χαρραν.
Verse: 11    
καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήϑη ἐκεῖ· ἔδυ γὰρ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίϑων τοῦ τόπου καὶ ἔϑηκεν πρὸς κεϕαλῆς αὐτοῦ καὶ ἐκοιμήϑη ἐν τῷ τόπῳ ἐκείνῳ.
Verse: 12    
καὶ ἐνυπνιάσϑη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς κεϕαλὴ ἀϕικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ ϑεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς.
Verse: 13    
δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς καὶ εἶπεν ᾽Εγὼ κύριος ϑεὸς Αβρααμ τοῦ πατρός σου καὶ ϑεὸς Ισαακ· μὴ ϕοβοῦ· γῆ, ἐϕ' ἧς σὺ καϑεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
Verse: 14    
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἄμμος τῆς γῆς καὶ πλατυνϑήσεται ἐπὶ ϑάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ' ἀνατολάς, καὶ ἐνευλογηϑήσονται ἐν σοὶ πᾶσαι αἱ ϕυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
Verse: 15    
καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαϕυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευϑῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι.
Verse: 16    
καὶ ἐξηγέρϑη Ιακωβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ῎Εστιν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
Verse: 17    
καὶ ἐϕοβήϑη καὶ εἶπεν ῾Ως ϕοβερὸς τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ' οἶκος ϑεοῦ, καὶ αὕτη πύλη τοῦ οὐρανοῦ.
Verse: 18    
καὶ ἀνέστη Ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίϑον, ὃν ὑπέϑηκεν ἐκεῖ πρὸς κεϕαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
Verse: 19    
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος ϑεοῦ· καὶ Ουλαμλους ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
Verse: 20    
καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ᾽Εὰν κύριος ϑεὸς μετ' ἐμοῦ καὶ διαϕυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον ϕαγεῖν καὶ ἱμάτιον περιβαλέσϑαι
Verse: 21    
καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς ϑεόν,
Verse: 22    
καὶ λίϑος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος ϑεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.