TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 29
Previous part

Chapter: 29 
Verse: 1    Καὶ ἐξάρας Ιακωβ τοὺς πόδας ἐπορεύϑη εἰς γῆν ἀνατολῶν πρὸς Λαβαν τὸν υἱὸν Βαϑουηλ τοῦ Σύρου ἀδελϕὸν δὲ Ρεβεκκας μητρὸς Ιακωβ καὶ Ησαυ.
Verse: 2    
καὶ ὁρᾷ καὶ ἰδοὺ ϕρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ' αὐτοῦ· ἐκ γὰρ τοῦ ϕρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίϑος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ ϕρέατος,
Verse: 3    
καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίϑον ἀπὸ τοῦ στόματος τοῦ ϕρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαϑίστων τὸν λίϑον ἐπὶ τὸ στόμα τοῦ ϕρέατος εἰς τὸν τόπον αὐτοῦ.
Verse: 4    
εἶπεν δὲ αὐτοῖς Ιακωβ ᾽Αδελϕοί, πόϑεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν ᾽Εκ Χαρραν ἐσμέν.
Verse: 5    
εἶπεν δὲ αὐτοῖς Γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ; οἱ δὲ εἶπαν Γινώσκομεν.
Verse: 6    
εἶπεν δὲ αὐτοῖς ῾Υγιαίνει; οἱ δὲ εἶπαν ῾Υγιαίνει. καὶ ἰδοὺ Ραχηλ ϑυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
Verse: 7    
καὶ εἶπεν Ιακωβ ῎Ετι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχϑῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελϑόντες βόσκετε.
Verse: 8    
οἱ δὲ εἶπαν Οὐ δυνησόμεϑα ἕως τοῦ συναχϑῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίϑον ἀπὸ τοῦ στόματος τοῦ ϕρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
Verse: 9    
ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ραχηλ ϑυγάτηρ Λαβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
Verse: 10    
ἐγένετο δὲ ὡς εἶδεν Ιακωβ τὴν Ραχηλ ϑυγατέρα Λαβαν ἀδελϕοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβαν ἀδελϕοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελϑὼν Ιακωβ ἀπεκύλισεν τὸν λίϑον ἀπὸ τοῦ στόματος τοῦ ϕρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν τοῦ ἀδελϕοῦ τῆς μητρὸς αὐτοῦ.
Verse: 11    
καὶ ἐϕίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τῇ ϕωνῇ αὐτοῦ ἔκλαυσεν.
Verse: 12    
καὶ ἀνήγγειλεν τῇ Ραχηλ ὅτι ἀδελϕὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν, καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 13    
ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ τοῦ υἱοῦ τῆς ἀδελϕῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐϕίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λαβαν πάντας τοὺς λόγους τούτους.
Verse: 14    
καὶ εἶπεν αὐτῷ Λαβαν ᾽Εκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ' αὐτοῦ μῆνα ἡμερῶν.
Verse: 15    
Εἶπεν δὲ Λαβαν τῷ Ιακωβ ῞Οτι γὰρ ἀδελϕός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς μισϑός σού ἐστιν.
Verse: 16    
τῷ δὲ Λαβαν δύο ϑυγατέρες, ὄνομα τῇ μείζονι Λεια, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχηλ·
Verse: 17    
οἱ δὲ ὀϕϑαλμοὶ Λειας ἀσϑενεῖς, Ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει.
Verse: 18    
ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τῆς ϑυγατρός σου τῆς νεωτέρας.
Verse: 19    
εἶπεν δὲ αὐτῷ Λαβαν Βέλτιον δοῦναί με αὐτὴν σοὶ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ' ἐμοῦ.
Verse: 20    
καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν.
Verse: 21    
εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν ᾽Απόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλϑω πρὸς αὐτήν.
Verse: 22    
συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.
Verse: 23    
καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λαβαν Λειαν τὴν ϑυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ, καὶ εἰσῆλϑεν πρὸς αὐτὴν Ιακωβ.
Verse: 24    
ἔδωκεν δὲ Λαβαν Λεια τῇ ϑυγατρὶ αὐτοῦ Ζελϕαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
Verse: 25    
ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεια. εἶπεν δὲ Ιακωβ τῷ Λαβαν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί; καὶ ἵνα τί παρελογίσω με;
Verse: 26    
εἶπεν δὲ Λαβαν Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν τὴν πρεσβυτέραν·
Verse: 27    
συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ' ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα.
Verse: 28    
ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λαβαν Ραχηλ τὴν ϑυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
Verse: 29    
ἔδωκεν δὲ Λαβαν Ραχηλ τῇ ϑυγατρὶ αὐτοῦ Βαλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
Verse: 30    
καὶ εἰσῆλϑεν πρὸς Ραχηλ· ἠγάπησεν δὲ Ραχηλ μᾶλλον Λειαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
Verse: 31    
᾽Ιδὼν δὲ κύριος ὅτι μισεῖται Λεια, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ραχηλ δὲ ἦν στεῖρα.
Verse: 32    
καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τῷ Ιακωβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ρουβην λέγουσα Διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν με ἀγαπήσει ἀνήρ μου.
Verse: 33    
καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ καὶ εἶπεν ῞Οτι ἤκουσεν κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέν μοι καὶ τοῦτον· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεων.
Verse: 34    
καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν ᾽Εν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευι.
Verse: 35    
καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιουδα. καὶ ἔστη τοῦ τίκτειν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.