TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 30
Previous part

Chapter: 30 
Verse: 1    ᾽Ιδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ, καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελϕὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
Verse: 2    
ἐϑυμώϑη δὲ Ιακωβ τῇ Ραχηλ καὶ εἶπεν αὐτῇ Μὴ ἀντὶ ϑεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας;
Verse: 3    
εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ᾽Ιδοὺ παιδίσκη μου Βαλλα· εἴσελϑε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
Verse: 4    
καὶ ἔδωκεν αὐτῷ Βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· εἰσῆλϑεν δὲ πρὸς αὐτὴν Ιακωβ.
Verse: 5    
καὶ συνέλαβεν Βαλλα παιδίσκη Ραχηλ καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν.
Verse: 6    
καὶ εἶπεν Ραχηλ ῎Εκρινέν μοι ϑεὸς καὶ ἐπήκουσεν τῆς ϕωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν.
Verse: 7    
καὶ συνέλαβεν ἔτι Βαλλα παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ.
Verse: 8    
καὶ εἶπεν Ραχηλ Συνελάβετό μοι ϑεός, καὶ συνανεστράϕην τῇ ἀδελϕῇ μου καὶ ἠδυνάσϑην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεϕϑαλι.
Verse: 9    
Εἶδεν δὲ Λεια ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζελϕαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ιακωβ γυναῖκα.
Verse: 10    
εἰσῆλϑεν δὲ πρὸς αὐτὴν Ιακωβ, καὶ συνέλαβεν Ζελϕα παιδίσκη Λειας καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν.
Verse: 11    
καὶ εἶπεν Λεια ᾽Εν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ.
Verse: 12    
καὶ συνέλαβεν Ζελϕα παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον.
Verse: 13    
καὶ εἶπεν Λεια Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ.
Verse: 14    
᾽Επορεύϑη δὲ Ρουβην ἐν ἡμέραις ϑερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχηλ τῇ Λεια Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
Verse: 15    
εἶπεν δὲ Λεια Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ραχηλ Οὐχ οὕτως· κοιμηϑήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
Verse: 16    
εἰσῆλϑεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλϑεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρός με εἰσελεύσῃ σήμερον· μεμίσϑωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήϑη μετ' αὐτῆς τὴν νύκτα ἐκείνην.
Verse: 17    
καὶ ἐπήκουσεν ϑεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον.
Verse: 18    
καὶ εἶπεν Λεια ῎Εδωκεν ϑεὸς τὸν μισϑόν μου ἀνϑ' οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ἐστιν Μισϑός.
Verse: 19    
καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ.
Verse: 20    
καὶ εἶπεν Λεια Δεδώρηταί μοι ϑεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων.
Verse: 21    
καὶ μετὰ τοῦτο ἔτεκεν ϑυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα.
Verse: 22    
᾽Εμνήσϑη δὲ ϑεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ϑεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
Verse: 23    
καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν. εἶπεν δὲ Ραχηλ ᾽Αϕεῖλεν ϑεός μου τὸ ὄνειδος·
Verse: 24    
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηϕ λέγουσα Προσϑέτω ϑεός μοι υἱὸν ἕτερον.
Verse: 25    
᾽Εγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηϕ, εἶπεν Ιακωβ τῷ Λαβαν ᾽Απόστειλόν με, ἵνα ἀπέλϑω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Verse: 26    
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλϑω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
Verse: 27    
εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ϑεὸς τῇ σῇ εἰσόδῳ.
Verse: 28    
διάστειλον τὸν μισϑόν σου πρός με, καὶ δώσω.
Verse: 29    
εἶπεν δὲ αὐτῷ Ιακωβ Σὺ γινώσκεις δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ' ἐμοῦ·
Verse: 30    
μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήϑη εἰς πλῆϑος, καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
Verse: 31    
καὶ εἶπεν αὐτῷ Λαβαν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ιακωβ Οὐ δώσεις μοι οὐϑέν· ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ ϕυλάξω.
Verse: 32    
παρελϑάτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖϑεν πᾶν πρόβατον ϕαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισϑός.
Verse: 33    
καὶ ἐπακούσεταί μοι δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν μισϑός μου ἐνώπιόν σου· πᾶν, ἐὰν μὴ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ ϕαιὸν ἐν τοῖς ἀρνάσιν, κεκλεμμένον ἔσται παρ' ἐμοί.
Verse: 34    
εἶπεν δὲ αὐτῷ Λαβαν ῎Εστω κατὰ τὸ ῥῆμά σου.
Verse: 35    
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν, ἦν ϕαιὸν ἐν τοῖς ἀρνάσιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
Verse: 36    
καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ· Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειϕϑέντα.
Verse: 37    
ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐϕαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν, ἐλέπισεν, ποικίλον.
Verse: 38    
καὶ παρέϑηκεν τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλϑωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων, ἐλϑόντων αὐτῶν εἰς τὸ πιεῖν,
Verse: 39    
ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους· καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά.
Verse: 40    
τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καϑ' ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν.
Verse: 41    
ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔϑηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους·
Verse: 42    
ἡνίκα δ' ἂν ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίϑει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν, τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ.
Verse: 43    
καὶ ἐπλούτησεν ἄνϑρωπος σϕόδρα σϕόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.