TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 31
Previous part

Chapter: 31 
Verse: 1    ῎Ηκουσεν δὲ Ιακωβ τὰ ῥήματα τῶν υἱῶν Λαβαν λεγόντων Εἴληϕεν Ιακωβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην.
Verse: 2    
καὶ εἶδεν Ιακωβ τὸ πρόσωπον τοῦ Λαβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχϑὲς καὶ τρίτην ἡμέραν.
Verse: 3    
εἶπεν δὲ κύριος πρὸς Ιακωβ ᾽Αποστρέϕου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
Verse: 4    
ἀποστείλας δὲ Ιακωβ ἐκάλεσεν Ραχηλ καὶ Λειαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια,
Verse: 5    
καὶ εἶπεν αὐταῖς ῾Ορῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχϑὲς καὶ τρίτην ἡμέραν· δὲ ϑεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ.
Verse: 6    
καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
Verse: 7    
δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισϑόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ϑεὸς κακοποιῆσαί με.
Verse: 8    
ἐὰν οὕτως εἴπῃ Τὰ ποικίλα ἔσται σου μισϑός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ Τὰ λευκὰ ἔσται σου μισϑός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
Verse: 9    
καὶ ἀϕείλατο ϑεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά.
Verse: 10    
καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀϕϑαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
Verse: 11    
καὶ εἶπέν μοι ἄγγελος τοῦ ϑεοῦ καϑ' ὕπνον Ιακωβ· ἐγὼ δὲ εἶπα Τί ἐστιν;
Verse: 12    
καὶ εἶπεν ᾽Ανάβλεψον τοῖς ὀϕϑαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιεῖ.
Verse: 13    
ἐγώ εἰμι ϑεὸς ὀϕϑείς σοι ἐν τόπῳ ϑεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηϑι καὶ ἔξελϑε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελϑε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
Verse: 14    
καὶ ἀποκριϑεῖσα Ραχηλ καὶ Λεια εἶπαν αὐτῷ Μὴ ἔστιν ἡμῖν ἔτι μερὶς κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
Verse: 15    
οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεϑα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς καὶ κατέϕαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν.
Verse: 16    
πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀϕείλατο ϑεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα εἴρηκέν σοι ϑεός, ποίει.
Verse: 17    
᾽Αναστὰς δὲ Ιακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους
Verse: 18    
καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελϑεῖν πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανααν.
Verse: 19    
Λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
Verse: 20    
ἔκρυψεν δὲ Ιακωβ Λαβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει,
Verse: 21    
καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ.
Verse: 22    
ἀνηγγέλη δὲ Λαβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ιακωβ,
Verse: 23    
καὶ παραλαβὼν πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ μεϑ' ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ Γαλααδ.
Verse: 24    
ἦλϑεν δὲ ϑεὸς πρὸς Λαβαν τὸν Σύρον καϑ' ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
Verse: 25    
καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ· Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβαν δὲ ἔστησεν τοὺς ἀδελϕοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλααδ.
Verse: 26    
εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Τί ἐποίησας; ἵνα τί κρυϕῇ ἀπέδρας καὶ ἐκλοποϕόρησάς με καὶ ἀπήγαγες τὰς ϑυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
Verse: 27    
καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ' εὐϕροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιϑάρας.
Verse: 28    
οὐκ ἠξιώϑην καταϕιλῆσαι τὰ παιδία μου καὶ τὰς ϑυγατέρας μου. νῦν δὲ ἀϕρόνως ἔπραξας.
Verse: 29    
καὶ νῦν ἰσχύει χείρ μου κακοποιῆσαί σε· δὲ ϑεὸς τοῦ πατρός σου ἐχϑὲς εἶπεν πρός με λέγων Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
Verse: 30    
νῦν οὖν πεπόρευσαι· ἐπιϑυμίᾳ γὰρ ἐπεϑύμησας ἀπελϑεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί ἔκλεψας τοὺς ϑεούς μου;
Verse: 31    
ἀποκριϑεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Εἶπα γάρ Μήποτε ἀϕέλῃς τὰς ϑυγατέρας σου ἀπ' ἐμοῦ καὶ πάντα τὰ ἐμά·
Verse: 32    
ἐπίγνωϑι, τί ἐστιν τῶν σῶν παρ' ἐμοί, καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ' αὐτῷ οὐϑέν. καὶ εἶπεν αὐτῷ Ιακωβ Παρ' ἐὰν εὕρῃς τοὺς ϑεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελϕῶν ἡμῶν. οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
Verse: 33    
εἰσελϑὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λειας καὶ οὐχ εὗρεν· καὶ ἐξελϑὼν ἐκ τοῦ οἴκου Λειας ἠρεύνησεν τὸν οἶκον Ιακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλϑεν δὲ καὶ εἰς τὸν οἶκον Ραχηλ.
Verse: 34    
Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάϑισεν αὐτοῖς
Verse: 35    
καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως ϕέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ' ἐϑισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα.
Verse: 36    
ὠργίσϑη δὲ Ιακωβ καὶ ἐμαχέσατο τῷ Λαβαν· ἀποκριϑεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
Verse: 37    
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; ϑὲς ὧδε ἐναντίον τῶν ἀδελϕῶν μου καὶ τῶν ἀδελϕῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
Verse: 38    
ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώϑησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέϕαγον·
Verse: 39    
ϑηριάλωτον οὐκ ἀνενήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
Verse: 40    
ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός, καὶ ἀϕίστατο ὕπνος ἀπὸ τῶν ὀϕϑαλμῶν μου.
Verse: 41    
ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο ϑυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισϑόν μου δέκα ἀμνάσιν.
Verse: 42    
εἰ μὴ ϑεὸς τοῦ πατρός μου Αβρααμ καὶ ϕόβος Ισαακ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ϑεὸς καὶ ἤλεγξέν σε ἐχϑές.
Verse: 43    
ἀποκριϑεὶς δὲ Λαβαν εἶπεν τῷ Ιακωβ Αἱ ϑυγατέρες ϑυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστιν καὶ τῶν ϑυγατέρων μου. τί ποιήσω ταύταις σήμερον τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
Verse: 44    
νῦν οὖν δεῦρο διαϑώμεϑα διαϑήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπεν δὲ αὐτῷ ᾽Ιδοὺ οὐϑεὶς μεϑ' ἡμῶν ἐστιν, ἰδὲ ϑεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Verse: 45    
λαβὼν δὲ Ιακωβ λίϑον ἔστησεν αὐτὸν στήλην.
Verse: 46    
εἶπεν δὲ Ιακωβ τοῖς ἀδελϕοῖς αὐτοῦ Συλλέγετε λίϑους. καὶ συνέλεξαν λίϑους καὶ ἐποίησαν βουνόν, καὶ ἔϕαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λαβαν ῾Ο βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
Verse: 47    
καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τῆς μαρτυρίας, Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς.
Verse: 48    
εἶπεν δὲ Λαβαν τῷ Ιακωβ ᾽Ιδοὺ βουνὸς οὗτος καὶ στήλη αὕτη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ βουνὸς οὗτος καὶ μαρτυρεῖ στήλη αὕτη· διὰ τοῦτο ἐκλήϑη τὸ ὄνομα αὐτοῦ Βουνὸς μαρτυρεῖ
Verse: 49    
καὶ ῾Η ὅρασις, ἣν εἶπεν ᾽Επίδοι ϑεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεϑα ἕτερος ἀπὸ τοῦ ἑτέρου.
Verse: 50    
εἰ ταπεινώσεις τὰς ϑυγατέρας μου, εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς ϑυγατράσιν μου, ὅρα οὐϑεὶς μεϑ' ἡμῶν ἐστιν·
Verse: 52    
ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
Verse: 53    
ϑεὸς Αβρααμ καὶ ϑεὸς Ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. καὶ ὤμοσεν Ιακωβ κατὰ τοῦ ϕόβου τοῦ πατρὸς αὐτοῦ Ισαακ.
Verse: 54    
καὶ ἔϑυσεν Ιακωβ ϑυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελϕοὺς αὐτοῦ, καὶ ἔϕαγον καὶ ἔπιον καὶ ἐκοιμήϑησαν ἐν τῷ ὄρει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.