TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 37
Previous part

Chapter: 37 
Verse: 1    Κατῴκει δὲ Ιακωβ ἐν τῇ γῇ, οὗ παρῴκησεν πατὴρ αὐτοῦ, ἐν γῇ Χανααν.
Verse: 2    
αὗται δὲ αἱ γενέσεις Ιακωβ· Ιωσηϕ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελϕῶν αὐτοῦ τὰ πρόβατα ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλας καὶ μετὰ τῶν υἱῶν Ζελϕας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκεν δὲ Ιωσηϕ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτῶν.
Verse: 3    
Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηϕ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρους ἦν αὐτῷ· ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον.
Verse: 4    
ἰδόντες δὲ οἱ ἀδελϕοὶ αὐτοῦ ὅτι αὐτὸν πατὴρ ϕιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.
Verse: 5    
᾽Ενυπνιασϑεὶς δὲ Ιωσηϕ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελϕοῖς αὐτοῦ
Verse: 6    
καὶ εἶπεν αὐτοῖς ᾽Ακούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσϑην·
Verse: 7    
ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρϑώϑη, περιστραϕέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα.
Verse: 8    
εἶπαν δὲ αὐτῷ οἱ ἀδελϕοί Μὴ βασιλεύων βασιλεύσεις ἐϕ' ἡμᾶς κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέϑεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ.
Verse: 9    
εἶδεν δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελϕοῖς αὐτοῦ καὶ εἶπεν ᾽Ιδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον, ὥσπερ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με.
Verse: 10    
καὶ ἐπετίμησεν αὐτῷ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί τὸ ἐνύπνιον τοῦτο, ἐνυπνιάσϑης; ἆρά γε ἐλϑόντες ἐλευσόμεϑα ἐγώ τε καὶ μήτηρ σου καὶ οἱ ἀδελϕοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;
Verse: 11    
ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελϕοὶ αὐτοῦ, δὲ πατὴρ αὐτοῦ διετήρησεν τὸ ῥῆμα.
Verse: 12    
᾽Επορεύϑησαν δὲ οἱ ἀδελϕοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχεμ.
Verse: 13    
καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηϕ Οὐχ οἱ ἀδελϕοί σου ποιμαίνουσιν ἐν Συχεμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ ᾽Ιδοὺ ἐγώ.
Verse: 14    
εἶπεν δὲ αὐτῷ Ισραηλ Πορευϑεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελϕοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρων, καὶ ἦλϑεν εἰς Συχεμ.
Verse: 15    
καὶ εὗρεν αὐτὸν ἄνϑρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ἄνϑρωπος λέγων Τί ζητεῖς;
Verse: 16    
δὲ εἶπεν Τοὺς ἀδελϕούς μου ζητῶ· ἀνάγγειλόν μοι, ποῦ βόσκουσιν.
Verse: 17    
εἶπεν δὲ αὐτῷ ἄνϑρωπος ᾽Απήρκασιν ἐντεῦϑεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευϑῶμεν εἰς Δωϑαϊμ. καὶ ἐπορεύϑη Ιωσηϕ κατόπισϑεν τῶν ἀδελϕῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωϑαϊμ.
Verse: 18    
προεῖδον δὲ αὐτὸν μακρόϑεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν.
Verse: 19    
εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ ᾽Ιδοὺ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται·
Verse: 20    
νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν Θηρίον πονηρὸν κατέϕαγεν αὐτόν· καὶ ὀψόμεϑα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.
Verse: 21    
ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.
Verse: 22    
εἶπεν δὲ αὐτοῖς Ρουβην Μὴ ἐκχέητε αἷμα· ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.
Verse: 23    
ἐγένετο δὲ ἡνίκα ἦλϑεν Ιωσηϕ πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ, ἐξέδυσαν τὸν Ιωσηϕ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτὸν
Verse: 24    
καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον· δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν.
Verse: 25    
᾽Εκάϑισαν δὲ ϕαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀϕϑαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλῖται ἤρχοντο ἐκ Γαλααδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον ϑυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.
Verse: 26    
εἶπεν δὲ Ιουδας πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελϕὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ;
Verse: 27    
δεῦτε ἀποδώμεϑα αὐτὸν τοῖς Ισμαηλίταις τούτοις, αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ' αὐτόν, ὅτι ἀδελϕὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. ἤκουσαν δὲ οἱ ἀδελϕοὶ αὐτοῦ.
Verse: 28    
καὶ παρεπορεύοντο οἱ ἄνϑρωποι οἱ Μαδιηναῖοι οἱ ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ιωσηϕ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν Ιωσηϕ τοῖς Ισμαηλίταις εἴκοσι χρυσῶν, καὶ κατήγαγον τὸν Ιωσηϕ εἰς Αἴγυπτον.
Verse: 29    
ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν Ιωσηϕ ἐν τῷ λάκκῳ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.
Verse: 30    
καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ εἶπεν Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι;
Verse: 31    
Λαβόντες δὲ τὸν χιτῶνα τοῦ Ιωσηϕ ἔσϕαξαν ἔριϕον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι.
Verse: 32    
καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν καὶ εἶπαν Τοῦτον εὕρομεν· ἐπίγνωϑι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν οὔ.
Verse: 33    
καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν Χιτὼν τοῦ υἱοῦ μού ἐστιν· ϑηρίον πονηρὸν κατέϕαγεν αὐτόν, ϑηρίον ἥρπασεν τὸν Ιωσηϕ.
Verse: 34    
διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέϑετο σάκκον ἐπὶ τὴν ὀσϕὺν αὐτοῦ καὶ ἐπένϑει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς.
Verse: 35    
συνήχϑησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ ϑυγατέρες καὶ ἦλϑον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤϑελεν παρακαλεῖσϑαι λέγων ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενϑῶν εἰς ᾅδου. καὶ ἔκλαυσεν αὐτὸν πατὴρ αὐτοῦ.
Verse: 36    
οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ιωσηϕ εἰς Αἴγυπτον τῷ Πετεϕρη τῷ σπάδοντι Φαραω, ἀρχιμαγείρῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.