TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 964
Previous part

Chapter: 2 
Verse: 1    ᾽Επὶ τῆς ϕυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριϑῶ ἐπὶ τὸν ἔλεγχόν μου.
Verse: 2    
καὶ ἀπεκρίϑη πρός με κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαϕῶς ἐπὶ πυξίον, ὅπως διώκῃ ἀναγινώσκων αὐτά.
Verse: 3    
διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ.
Verse: 4    
ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ψυχή μου ἐν αὐτῷ· δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται.
Verse: 5    
δὲ κατοινωμένος καὶ καταϕρονητὴς ἀνὴρ ἀλάζων οὐδὲν μὴ περάνῃ, ὃς ἐπλάτυνεν καϑὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς ϑάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ' αὐτὸν πάντα τὰ ἔϑνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.
Verse: 6    
οὐχὶ ταῦτα πάντα παραβολὴν κατ' αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ πληϑύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.
Verse: 7    
ὅτι ἐξαίϕνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.
Verse: 8    
διότι σὺ ἐσκύλευσας ἔϑνη πολλά, σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι' αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
Verse: 9    
πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασϑῆναι ἐκ χειρὸς κακῶν.
Verse: 10    
ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ψυχή σου·
Verse: 11    
διότι λίϑος ἐκ τοίχου βοήσεται, καὶ κάνϑαρος ἐκ ξύλου ϕϑέγξεται αὐτά.
Verse: 12    
οὐαὶ οἰκοδομῶν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις.
Verse: 13    
οὐ ταῦτά ἐστιν παρὰ κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔϑνη πολλὰ ὠλιγοψύχησαν.
Verse: 14    
ὅτι πλησϑήσεται γῆ τοῦ γνῶναι τὴν δόξαν κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς.
Verse: 15    
ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ ϑολερᾷ καὶ μεϑύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν.
Verse: 16    
πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύϑητι καὶ σείσϑητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυρίου, καὶ συνήχϑη ἀτιμία ἐπὶ τὴν δόξαν σου.
Verse: 17    
διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία ϑηρίων πτοήσει σε διὰ αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
Verse: 18    
Τί ὠϕελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα, ϕαντασίαν ψευδῆ, ὅτι πέποιϑεν πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωϕά.
Verse: 19    
οὐαὶ λέγων τῷ ξύλῳ ῎Εκνηψον ἐξεγέρϑητι, καὶ τῷ λίϑῳ ῾Υψώϑητι· καὶ αὐτό ἐστιν ϕαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ.
Verse: 20    
δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσϑω ἀπὸ προσώπου αὐτοῦ πᾶσα γῆ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.