TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 790
Previous part

Book: Hiob 
ΙΩΒ




Chapter: 1 
Verse: 1 
῎Ανϑρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι, ὄνομα Ιωβ,
καὶ ἦν ἄνϑρωπος ἐκεῖνος ἀληϑινός, ἄμεμπτος, δίκαιος, ϑεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Verse: 2 
ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ ϑυγατέρες τρεῖς.
Verse: 3 
καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια,
κάμηλοι τρισχίλιαι,
ζεύγη βοῶν πεντακόσια,
ὄνοι ϑήλειαι νομάδες πεντακόσιαι,
καὶ ὑπηρεσία πολλὴ σϕόδρα
καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς·
καὶ ἦν ἄνϑρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀϕ' ἡλίου ἀνατολῶν.
Verse: 4 
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους
ἐποιοῦσαν πότον καϑ' ἑκάστην ἡμέραν
συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελϕὰς αὐτῶν
ἐσϑίειν καὶ πίνειν μετ' αὐτῶν.
Verse: 5 
καὶ ὡς ἂν συνετελέσϑησαν αἱ ἡμέραι τοῦ πότου,
ἀπέστελλεν Ιωβ καὶ ἐκαϑάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ
καὶ προσέϕερεν περὶ αὐτῶν ϑυσίας κατὰ τὸν ἀριϑμὸν αὐτῶν
καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν·
ἔλεγεν γὰρ Ιωβ Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ // ἐνενόησαν πρὸς ϑεόν.
οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας.
Verse: 6 
Καὶ ὡς ἐγένετο ἡμέρα αὕτη,
καὶ ἰδοὺ ἦλϑον οἱ ἄγγελοι τοῦ ϑεοῦ παραστῆναι ἐνώπιον // τοῦ κυρίου,
καὶ διάβολος ἦλϑεν μετ' αὐτῶν.
Verse: 7 
καὶ εἶπεν κύριος τῷ διαβόλῳ Πόϑεν παραγέγονας;
καὶ ἀποκριϑεὶς διάβολος τῷ κυρίῳ εἶπεν
Περιελϑὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι.
Verse: 8 
καὶ εἶπεν αὐτῷ κύριος
Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ,
ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς
ἄνϑρωπος ἄμεμπτος, ἀληϑινός, ϑεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;
Verse: 9 
ἀπεκρίϑη δὲ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου
Μὴ δωρεὰν σέβεται Ιωβ τὸν ϑεόν;
Verse: 10 
οὐ σὺ περιέϕραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ
καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ;
τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας
καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
Verse: 11 
ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει·
εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
Verse: 12 
τότε εἶπεν κύριος τῷ διαβόλῳ
᾽Ιδοὺ πάντα, ὅσα ἔστιν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου,
ἀλλὰ αὐτοῦ μὴ ἅψῃ.
καὶ ἐξῆλϑεν διάβολος παρὰ τοῦ κυρίου.
Verse: 13 
Καὶ ἦν ὡς ἡμέρα αὕτη,
οἱ υἱοὶ Ιωβ καὶ αἱ ϑυγατέρες αὐτοῦ
ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελϕοῦ αὐτῶν τοῦ πρεσβυτέρου.
Verse: 14 
καὶ ἰδοὺ ἄγγελος ἦλϑεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷ
Τὰ ζεύγη τῶν βοῶν ἠροτρία,
καὶ αἱ ϑήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
Verse: 15 
καὶ ἐλϑόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς
καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·
σωϑεὶς δὲ ἐγὼ μόνος ἦλϑον τοῦ ἀπαγγεῖλαί σοι.
Verse: 16 
῎Ετι τούτου λαλοῦντος ἦλϑεν ἕτερος ἄγγελος καὶ εἶπεν // πρὸς Ιωβ
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ // τοὺς ποιμένας κατέϕαγεν ὁμοίως·
καὶ σωϑεὶς ἐγὼ μόνος ἦλϑον τοῦ ἀπαγγεῖλαί σοι.
Verse: 17 
῎Ετι τούτου λαλοῦντος ἦλϑεν ἕτερος ἄγγελος καὶ εἶπεν // πρὸς Ιωβ
Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεϕαλὰς τρεῖς
καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς
καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·
ἐσώϑην δὲ ἐγὼ μόνος καὶ ἦλϑον τοῦ ἀπαγγεῖλαί σοι.
Verse: 18 
῎Ετι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ
Τῶν υἱῶν σου καὶ τῶν ϑυγατέρων σου ἐσϑιόντων καὶ πινόντων // παρὰ τῷ ἀδελϕῷ αὐτῶν τῶν πρεσβυτέρῳ
Verse: 19 
ἐξαίϕνης πνεῦμα μέγα ἐπῆλϑεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο // τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας,
καὶ ἔπεσεν οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν·
ἐσώϑην δὲ ἐγὼ μόνος καὶ ἦλϑον τοῦ ἀπαγγεῖλαί σοι.
Verse: 20 
Οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ
καὶ ἐκείρατο τὴν κόμην τῆς κεϕαλῆς αὐτοῦ
καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν
Verse: 21 
Αὐτὸς γυμνὸς ἐξῆλϑον ἐκ κοιλίας μητρός μου,
γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ·
κύριος ἔδωκεν, κύριος ἀϕείλατο·
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο·
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.
Verse: 22 
᾽Εν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ
οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον τοῦ κυρίου
καὶ οὐκ ἔδωκεν ἀϕροσύνην τῷ ϑεῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.