TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 791
Previous part

Chapter: 2 
Verse: 1  ᾽Εγένετο δὲ ὡς ἡμέρα αὕτη
καὶ ἦλϑον οἱ ἄγγελοι τοῦ ϑεοῦ παραστῆναι ἔναντι κυρίου,
καὶ διάβολος ἦλϑεν ἐν μέσῳ αὐτῶν
παραστῆναι ἐναντίον τοῦ κυρίου.S
Verse: 2 
καὶ εἶπεν κύριος τῷ διαβόλῳ Πόϑεν σὺ ἔρχῃ;
τότε εἶπεν διάβολος ἐνώπιον τοῦ κυρίου
Διαπορευϑεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν // πάρειμι.
Verse: 3 
εἶπεν δὲ κύριος πρὸς τὸν διάβολον
Προσέσχες οὖν τῷ ϑεράποντί μου Ιωβ,
ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς
ἄνϑρωπος ἄκακος, ἀληϑινός, ἄμεμπτος, ϑεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ;
ἔτι δὲ ἔχεται ἀκακίας·
σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι.
Verse: 4 
ὑπολαβὼν δὲ διάβολος εἶπεν τῷ κυρίῳ
Δέρμα ὑπὲρ δέρματος·
ὅσα ὑπάρχει ἀνϑρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει·
Verse: 5 
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν // αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ·
εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
Verse: 6 
εἶπεν δὲ κύριος τῷ διαβόλῳ ᾽Ιδοὺ παραδίδωμί σοι αὐτόν,
μόνον τὴν ψυχὴν αὐτοῦ διαϕύλαξον.
Verse: 7 
᾽Εξῆλϑεν δὲ διάβολος ἀπὸ τοῦ κυρίου
καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεϕαλῆς.
Verse: 8 
καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ,
καὶ ἐκάϑητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
Verse: 9 
Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ γυνὴ αὐτοῦ
Μέχρι τίνος καρτερήσεις λέγων
Verse: 9a 
᾽Ιδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν
προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
Verse: 9b 
ἰδοὺ γὰρ ἠϕάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς,
υἱοὶ καὶ ϑυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι,
οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχϑων.
Verse: 9c 
σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάϑησαι διανυκτερεύων // αἴϑριος·
Verse: 9d 
κἀγὼ πλανῆτις καὶ λάτρις
τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας
προσδεχομένη τὸν ἥλιον πότε δύσεται,
ἵνα ἀναπαύσωμαι τῶν μόχϑων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν // συνέχουσιν.
Verse: 9e 
ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα.
Verse: 10 
δὲ ἐμβλέψας εἶπεν αὐτῇ
῞Ωσπερ μία τῶν ἀϕρόνων γυναικῶν ἐλάλησας·
εἰ τὰ ἀγαϑὰ ἐδεξάμεϑα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ
οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ ϑεοῦ.
Verse: 11 
᾽Ακούσαντες δὲ οἱ τρεῖς ϕίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ // ἐπελϑόντα αὐτῷ
παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν,
Ελιϕας Θαιμανων βασιλεύς,
Βαλδαδ Σαυχαίων τύραννος,
Σωϕαρ Μιναίων βασιλεύς,
καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοϑυμαδὸν
τοῦ παρακαλέσαι καὶ ἐπισκέψασϑαι αὐτόν.
Verse: 12 
ἰδόντες δὲ αὐτὸν πόρρωϑεν οὐκ ἐπέγνωσαν
καὶ βοήσαντες ϕωνῇ μεγάλῃ ἔκλαυσαν
ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν
καὶ καταπασάμενοι γῆν.
Verse: 13 
παρεκάϑισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας,
καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν·
ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.