TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 792
Previous part

Chapter: 3 
Verse: 1  Μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ
Verse: 2 
καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
Verse: 3 
᾽Απόλοιτο ἡμέρα, ἐν ἐγεννήϑην,
καὶ νύξ, ἐν εἶπαν ᾽Ιδοὺ ἄρσεν.
Verse: 4 
ἡμέρα ἐκείνη εἴη σκότος,
καὶ μὴ ἀναζητήσαι αὐτὴν κύριος ἄνωϑεν,
μηδὲ ἔλϑοι εἰς αὐτὴν ϕέγγος·
Verse: 5 
ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ ϑανάτου,
ἐπέλϑοι ἐπ' αὐτὴν γνόϕος.
Verse: 6 
καταραϑείη ἡμέρα καὶ νὺξ ἐκείνη,
ἀπενέγκαιτο αὐτὴν σκότος·
μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ
μηδὲ ἀριϑμηϑείη εἰς ἡμέρας μηνῶν·
Verse: 7 
ἀλλὰ νὺξ ἐκείνη εἴη ὀδύνη,
καὶ μὴ ἔλϑοι ἐπ' αὐτὴν εὐϕροσύνη μηδὲ χαρμονή·
Verse: 8 
ἀλλὰ καταράσαιτο αὐτὴν καταρώμενος τὴν ἡμέραν ἐκείνην
μέλλων τὸ μέγα κῆτος χειρώσασϑαι.
Verse: 9 
σκοτωϑείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης,
ὑπομείναι καὶ εἰς ϕωτισμὸν μὴ ἔλϑοι
καὶ μὴ ἴδοι ἑωσϕόρον ἀνατέλλοντα,
Verse: 10 
ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου·
ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀϕϑαλμῶν μου.
Verse: 11 
διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα,
ἐκ γαστρὸς δὲ ἐξῆλϑον καὶ οὐκ εὐϑὺς ἀπωλόμην;
Verse: 12 
ἵνα τί δὲ συνήντησάν μοι γόνατα;
ἵνα τί δὲ μαστοὺς ἐϑήλασα;
Verse: 13 
νῦν ἂν κοιμηϑεὶς ἡσύχασα,
ὑπνώσας δὲ ἀνεπαυσάμην
Verse: 14 
μετὰ βασιλέων βουλευτῶν γῆς,
οἳ ἠγαυριῶντο ἐπὶ ξίϕεσιν,
Verse: 15 
μετὰ ἀρχόντων, ὧν πολὺς χρυσός,
οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
Verse: 16 
ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς
ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον ϕῶς.
Verse: 17 
ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν ϑυμὸν ὀργῆς,
ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
Verse: 18 
ὁμοϑυμαδὸν δὲ οἱ αἰώνιοι
οὐκ ἤκουσαν ϕωνὴν ϕορολόγου·
Verse: 19 
μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν
καὶ ϑεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ.
Verse: 20 
ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ ϕῶς,
ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;
Verse: 21 
οἳ ὁμείρονται τοῦ ϑανάτου καὶ οὐ τυγχάνουσιν
ἀνορύσσοντες ὥσπερ ϑησαυρούς,
Verse: 22 
περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν.
Verse: 23 
ϑάνατος ἀνδρὶ ἀνάπαυμα,
συνέκλεισεν γὰρ ϑεὸς κατ' αὐτοῦ·
Verse: 24 
πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει,
δακρύω δὲ ἐγὼ συνεχόμενος ϕόβῳ·
Verse: 25 
ϕόβος γάρ, ὃν ἐϕρόντισα, ἦλϑέν μοι,
καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
Verse: 26 
οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην,
ἦλϑεν δέ μοι ὀργή.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.