TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 820
Previous part

Chapter: 31 
Verse: 1  διαϑήκην ἐϑέμην τοῖς ὀϕϑαλμοῖς μου
καὶ οὐ συνήσω ἐπὶ παρϑένον.
Verse: 2 
καὶ τί ἐμέρισεν ϑεὸς ἀπάνωϑεν
καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων;
Verse: 3 
οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ
καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν;
Verse: 4 
οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου
καὶ πάντα τὰ διαβήματά μου ἐξαριϑμήσεται;S
Verse: 5 
εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν,
εἰ δὲ καὶ ἐσπούδασεν πούς μου εἰς δόλον,
Verse: 6 
ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ,
οἶδεν δὲ κύριος τὴν ἀκακίαν μου.
Verse: 7 
εἰ ἐξέκλινεν πούς μου ἐκ τῆς ὁδοῦ,
εἰ δὲ καὶ τῷ ὀϕϑαλμῷ ἐπηκολούϑησεν καρδία μου,
εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων,
Verse: 8 
σπείραιμι ἄρα καὶ ἄλλοι ϕάγοισαν,
ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς.
Verse: 9 
εἰ ἐξηκολούϑησεν καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,
εἰ καὶ ἐγκάϑετος ἐγενόμην ἐπὶ ϑύραις αὐτῆς,
Verse: 10 
ἀρέσαι ἄρα καὶ γυνή μου ἑτέρῳ,
τὰ δὲ νήπιά μου ταπεινωϑείη·
Verse: 11 
ϑυμὸς γὰρ ὀργῆς ἀκατάσχετος
τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
Verse: 12 
πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν,
οὗ δ' ἂν ἐπέλϑῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.
Verse: 13 
εἰ δὲ καὶ ἐϕαύλισα κρίμα ϑεράποντός μου ϑεραπαίνης
κρινομένων αὐτῶν πρός με,
Verse: 14 
τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται κύριος;
ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
Verse: 15 
πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι // γεγόνασιν;
γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
Verse: 16 
ἀδύνατοι δὲ χρείαν, ἥν ποτ' εἶχον, οὐκ ἀπέτυχον,
χήρας δὲ τὸν ὀϕϑαλμὸν οὐκ ἐξέτηξα.
Verse: 17 
εἰ δὲ καὶ τὸν ψωμόν μου ἔϕαγον μόνος
καὶ οὐχὶ ὀρϕανῷ μετέδωκα·
Verse: 18 
ὅτι ἐκ νεότητός μου ἐξέτρεϕον ὡς πατὴρ
καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·S
Verse: 19 
εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμϕίασα,
Verse: 20 
ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με,
ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐϑερμάνϑησαν οἱ ὦμοι αὐτῶν,
Verse: 21 
εἰ ἐπῆρα ὀρϕανῷ χεῖρα
πεποιϑὼς ὅτι πολλή μοι βοήϑεια περίεστιν,
Verse: 22 
ἀποσταίη ἄρα ὦμός μου ἀπὸ τῆς κλειδός,
δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη.
Verse: 23 
ϕόβος γὰρ κυρίου συνέσχεν με,
καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
Verse: 24 
εἰ ἔταξα χρυσίον ἰσχύν μου,S
εἰ δὲ καὶ λίϑῳ πολυτελεῖ ἐπεποίϑησα,
Verse: 25 
εἰ δὲ καὶ εὐϕράνϑην πολλοῦ πλούτου μοι γενομένου,
εἰ δὲ καὶ ἐπ' ἀναριϑμήτοις ἐϑέμην χεῖρά μου,
Verse: 26 
οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιϕαύσκοντα ἐκλείποντα,
σελήνην δὲ ϕϑίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν.
Verse: 27 
καὶ εἰ ἠπατήϑη λάϑρᾳ καρδία μου,S
εἰ δὲ καὶ χεῖρά μου ἐπιϑεὶς ἐπὶ στόματί μου ἐϕίλησα,
Verse: 28 
καὶ τοῦτό μοι ἄρα ἀνομία μεγίστη λογισϑείη,
ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου.
Verse: 29 
εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχϑρῶν μου
καὶ εἶπεν καρδία μου Εὖγε,
Verse: 30 
ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου,
ϑρυληϑείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
Verse: 31 
εἰ δὲ καὶ πολλάκις εἶπον αἱ ϑεράπαιναί μου
Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησϑῆναι;
λίαν μου χρηστοῦ ὄντος·
Verse: 32 
ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,
δὲ ϑύρα μου παντὶ ἐλϑόντι ἀνέῳκτο.
Verse: 33 
εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
Verse: 34 
οὐ γὰρ διετράπην πολυοχλίαν πλήϑους τοῦ μὴ ἐξαγορεῦσαι // ἐνώπιον αὐτῶν,
εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελϑεῖν ϑύραν μου κόλπῳ κενῷ,
Verse: 35 
τίς δῴη ἀκούοντά μου;S
χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν,
συγγραϕὴν δέ, ἣν εἶχον κατά τινος,
Verse: 36 
ἐπ' ὤμοις ἂν περιϑέμενος στέϕανον ἀνεγίνωσκον,
Verse: 37 
καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα
οὐϑὲν λαβὼν παρὰ χρεοϕειλέτου,
Verse: 38 
εἰ ἐπ' ἐμοί ποτε γῆ ἐστέναξεν,
εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοϑυμαδόν,
Verse: 39 
εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔϕαγον μόνος ἄνευ τιμῆς,
εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα,
Verse: 40 
ἀντὶ πυροῦ ἄρα ἐξέλϑοι μοι κνίδη,
ἀντὶ δὲ κριϑῆς βάτος.
Καὶ ἐπαύσατο Ιωβ ῥήμασιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.