TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 793
Previous part

Chapter: 4 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιϕας Θαιμανίτης λέγει
Verse: 2 
Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ;
ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;
Verse: 3 
εἰ γὰρ σὺ ἐνουϑέτησας πολλοὺς
καὶ χεῖρας ἀσϑενοῦς παρεκάλεσας
Verse: 4 
ἀσϑενοῦντάς τε ἐξανέστησας ῥήμασιν
γόνασίν τε ἀδυνατοῦσιν ϑάρσος περιέϑηκας,
Verse: 5 
νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας.
Verse: 6 
πότερον οὐχ ϕόβος σού ἐστιν ἐν ἀϕροσύνῃ
καὶ ἐλπίς σου καὶ ἀκακία τῆς ὁδοῦ σου;
Verse: 7 
μνήσϑητι οὖν τίς καϑαρὸς ὢν ἀπώλετο
πότε ἀληϑινοὶ ὁλόρριζοι ἀπώλοντο.
Verse: 8 
καϑ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα,
οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας ϑεριοῦσιν ἑαυτοῖς.
Verse: 9 
ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται,
ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀϕανισϑήσονται.
Verse: 10 
σϑένος λέοντος, ϕωνὴ δὲ λεαίνης,
γαυρίαμα δὲ δρακόντων ἐσβέσϑη·
Verse: 11 
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν,
σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
Verse: 12 
εἰ δέ τι ῥῆμα ἀληϑινὸν ἐγεγόνει ἐν λόγοις σου,
οὐϑὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ;
Verse: 13 
ϕόβοι δὲ καὶ ἠχὼ νυκτερινή,
ἐπιπίπτων ϕόβος ἐπ' ἀνϑρώπους,
Verse: 14 
ϕρίκη δέ μοι συνήντησεν καὶ τρόμος
καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν,
Verse: 15 
καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλϑεν,
ἔϕριξαν δέ μου τρίχες καὶ σάρκες.
Verse: 16 
ἀνέστην, καὶ οὐκ ἐπέγνων·
εἶδον, καὶ οὐκ ἦν μορϕὴ πρὸ ὀϕϑαλμῶν μου,
ἀλλ' αὔραν καὶ ϕωνὴν ἤκουον
Verse: 17 
Τί γάρ; μὴ καϑαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου
ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
Verse: 18 
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν,
Verse: 19 
τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας,
ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
Verse: 20 
καὶ ἀπὸ πρωίϑεν ἕως ἑσπέρας οὐκέτι εἰσίν,
παρὰ τὸ μὴ δύνασϑαι αὐτοὺς ἑαυτοῖς βοηϑῆσαι ἀπώλοντο·
Verse: 21 
ἐνεϕύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνϑησαν,
ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοϕίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.