TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 829
Previous part

Chapter: 40 
Verse: 1  Καὶ ἀπεκρίϑη κύριος ϑεὸς τῷ Ιωβ καὶ εἶπεν
Verse: 2 
Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ,
ἐλέγχων ϑεὸν ἀποκριϑήσεται αὐτήν;S
Verse: 3 
῾Υπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Verse: 4 
Τί ἔτι ἐγὼ κρίνομαι νουϑετούμενος καὶ ἐλέγχων κύριον
ἀκούων τοιαῦτα οὐϑὲν ὤν;
ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα;
χεῖρα ϑήσω ἐπὶ στόματί μου·
Verse: 5 
ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσϑήσω.
Verse: 6 
῎Ετι δὲ ὑπολαβὼν κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέϕους
Verse: 7 
Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσϕύν σου,
ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίϑητι·
Verse: 8 
μὴ ἀποποιοῦ μου τὸ κρίμα.
οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἵνα ἀναϕανῇς δίκαιος;
Verse: 9 
βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου,
ϕωνῇ κατ' αὐτὸν βροντᾷς;
Verse: 10 
ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν,
δόξαν δὲ καὶ τιμὴν ἀμϕίεσαι·
Verse: 11 
ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ,
πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
Verse: 12 
ὑπερήϕανον δὲ σβέσον,
σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
Verse: 13 
κρύψον δὲ εἰς γῆν ἔξω ὁμοϑυμαδόν,
τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
Verse: 14 
ὁμολογήσω ἄρα ὅτι δύναται δεξιά σου σῶσαι.
Verse: 15 
ἀλλὰ δὴ ἰδοὺ ϑηρία παρὰ σοί·
χόρτον ἴσα βουσὶν ἐσϑίει.
Verse: 16 
ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ' ὀσϕύι,
δὲ δύναμις ἐπ' ὀμϕαλοῦ γαστρός·
Verse: 17 
ἔστησεν οὐρὰν ὡς κυπάρισσον,
τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
Verse: 18 
αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι,
δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
Verse: 19 
τοῦτ' ἔστιν ἀρχὴ πλάσματος κυρίου,
πεποιημένον ἐγκαταπαίζεσϑαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
Verse: 20 
ἐπελϑὼν δὲ ἐπ' ὄρος ἀκρότομον
ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
Verse: 21 
ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται
παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
Verse: 22 
σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα
σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
Verse: 23 
ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσϑηϑῇ,
πέποιϑεν ὅτι προσκρούσει Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
Verse: 24 
ἐν τῷ ὀϕϑαλμῷ αὐτοῦ δέξεται αὐτόν,
ἐνσκολιευόμενος τρήσει ῥῖνα;S
Verse: 25 
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ,
περιϑήσεις δὲ ϕορβεὰν περὶ ῥῖνα αὐτοῦ;
Verse: 26 
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ,S
ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
Verse: 27 
λαλήσει δέ σοι δεήσει,
ἱκετηρίᾳ μαλακῶς;
Verse: 28 
ϑήσεται δὲ διαϑήκην μετὰ σοῦ,
λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
Verse: 29 
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ
δήσεις αὐτὸν ὥσπερ στρουϑίον παιδίῳ;
Verse: 30 
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔϑνη,
μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη;
Verse: 31 
πᾶν δὲ πλωτὸν συνελϑὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς // αὐτοῦ
καὶ ἐν πλοίοις ἁλιέων κεϕαλὴν αὐτοῦ.S
Verse: 32 
ἐπιϑήσεις δὲ αὐτῷ χεῖρα
μνησϑεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ,
καὶ μηκέτι γινέσϑω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.