TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 830
Previous part

Chapter: 41 
Verse: 1  οὐχ ἑόρακας αὐτὸν
οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεϑαύμακας;
Verse: 2 
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;
τίς γάρ ἐστιν ἐμοὶ ἀντιστάς;
Verse: 3 
τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ,
εἰ πᾶσα ὑπ' οὐρανὸν ἐμή ἐστιν;
Verse: 4 
οὐ σιωπήσομαι δι' αὐτόν,
καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.S
Verse: 5 
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ;
εἰς δὲ πτύξιν ϑώρακος αὐτοῦ τίς ἂν εἰσέλϑοι;
Verse: 6 
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει;
κύκλῳ ὀδόντων αὐτοῦ ϕόβος.
Verse: 7 
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι,
σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίϑος·
Verse: 8 
εἷς τοῦ ἑνὸς κολλῶνται,S
πνεῦμα δὲ οὐ μὴ διέλϑῃ αὐτόν·
Verse: 9 
ἀνὴρ τῷ ἀδελϕῷ αὐτοῦ προσκολληϑήσεται,
συνέχονται καὶ οὐ μὴ ἀποσπασϑῶσιν.S
Verse: 10 
ἐν πταρμῷ αὐτοῦ ἐπιϕαύσκεται ϕέγγος,
οἱ δὲ ὀϕϑαλμοὶ αὐτοῦ εἶδος ἑωσϕόρου.
Verse: 11 
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι
καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·
Verse: 12 
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς
καμίνου καιομένης πυρὶ ἀνϑράκων·
Verse: 13 
ψυχὴ αὐτοῦ ἄνϑρακες,
ϕλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.
Verse: 14 
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις,
ἔμπροσϑεν αὐτοῦ τρέχει ἀπώλεια.
Verse: 15 
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται·
καταχέει ἐπ' αὐτόν, οὐ σαλευϑήσεται.S
Verse: 16 
καρδία αὐτοῦ πέπηγεν ὡς λίϑος,
ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
Verse: 17 
στραϕέντος δὲ αὐτοῦ ϕόβος ϑηρίοις τετράποσιν
ἐπὶ γῆς ἁλλομένοις.
Verse: 18 
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν
δόρυ ἐπηρμένον καὶ ϑώρακα·S
Verse: 19 
ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα,
χαλκὸν δὲ ὥσπερ ξύλον σαϑρόν·
Verse: 20 
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον,
ἥγηται μὲν πετροβόλον χόρτον·
Verse: 21 
ὡς καλάμη ἐλογίσϑησαν σϕῦραι,S
καταγελᾷ δὲ σεισμοῦ πυρϕόρου.
Verse: 22 
στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς,
πᾶς δὲ χρυσὸς ϑαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύϑητος.
Verse: 23 
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον,
ἥγηται δὲ τὴν ϑάλασσαν ὥσπερ ἐξάλειπτρον,
Verse: 24 
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον·
ἐλογίσατο ἄβυσσον εἰς περίπατον.S
Verse: 25 
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ
πεποιημένον ἐγκαταπαίζεσϑαι ὑπὸ τῶν ἀγγέλων μου·
Verse: 26 
πᾶν ὑψηλὸν ὁρᾷ,
αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.