TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 794
Previous part

Chapter: 5 
Verse: 1  ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.
Verse: 2 
καὶ γὰρ ἄϕρονα ἀναιρεῖ ὀργή,
πεπλανημένον δὲ ϑανατοῖ ζῆλος.
Verse: 3 
ἐγὼ δὲ ἑώρακα ἄϕρονας ῥίζαν βάλλοντας,
ἀλλ' εὐϑέως ἐβρώϑη αὐτῶν δίαιτα.
Verse: 4 
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
κολαβρισϑείησαν δὲ ἐπὶ ϑύραις ἡσσόνων, καὶ οὐκ ἔσται // ἐξαιρούμενος·
Verse: 5 
γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται,
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται,
ἐκσιϕωνισϑείη αὐτῶν ἰσχύς.
Verse: 6 
οὐ γὰρ μὴ ἐξέλϑῃ ἐκ τῆς γῆς κόπος,
οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
Verse: 7 
ἀλλὰ ἄνϑρωπος γεννᾶται κόπῳ,
νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
Verse: 8 
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηϑήσομαι κυρίου,
κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι
Verse: 9 
τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριϑμός·
Verse: 10 
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν·
Verse: 11 
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος
καὶ ἀπολωλότας ἐξεγείροντα·
Verse: 12 
διαλλάσσοντα βουλὰς πανούργων,
καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληϑές.
Verse: 13 
καταλαμβάνων σοϕοὺς ἐν τῇ ϕρονήσει,
βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
Verse: 14 
ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
τὸ δὲ μεσημβρινὸν ψηλαϕήσαισαν ἴσα νυκτί.
Verse: 15 
ἀπόλοιντο δὲ ἐν πολέμῳ,
ἀδύνατος δὲ ἐξέλϑοι ἐκ χειρὸς δυνάστου·
Verse: 16 
εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
ἀδίκου δὲ στόμα ἐμϕραχϑείη.
Verse: 17 
μακάριος δὲ ἄνϑρωπος, ὃν ἤλεγξεν κύριος·
νουϑέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.
Verse: 18 
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαϑίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Verse: 19 
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
Verse: 20 
ἐν λιμῷ ῥύσεταί σε ἐκ ϑανάτου,
ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
Verse: 21 
ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ ϕοβηϑῇς ἀπὸ κακῶν ἐρχομένων.
Verse: 22 
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ,
ἀπὸ δὲ ϑηρίων ἀγρίων οὐ μὴ ϕοβηϑῇς·
Verse: 23 
ϑῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
Verse: 24 
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου οἶκος,
δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
Verse: 25 
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
Verse: 26 
ἐλεύσῃ δὲ ἐν τάϕῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν ϑεριζόμενος
ὥσπερ ϑιμωνιὰ ἅλωνος καϑ' ὥραν συγκομισϑεῖσα.
Verse: 27 
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν,
ταῦτά ἐστιν ἀκηκόαμεν·
σὺ δὲ γνῶϑι σεαυτῷ εἴ τι ἔπραξας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.