TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 932
Previous part

Chapter: 12 
Verse: 1    ᾽Εκύκλωσέν με ἐν ψεύδει Εϕραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ϑεός, καὶ λαὸς ἅγιος κεκλήσεται ϑεοῦ.
Verse: 2    
δὲ Εϕραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήϑυνεν καὶ διαϑήκην μετὰ ᾽Ασσυρίων διέϑετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.
Verse: 3    
καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
Verse: 4    
ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς ϑεὸν
Verse: 5    
καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσϑη· ἔκλαυσαν καὶ ἐδεήϑησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήϑη πρὸς αὐτόν.
Verse: 6    
δὲ κύριος ϑεὸς παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ.
Verse: 7    
καὶ σὺ ἐν ϑεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα ϕυλάσσου καὶ ἔγγιζε πρὸς τὸν ϑεόν σου διὰ παντός.
Verse: 8    
Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε.
Verse: 9    
καὶ εἶπεν Εϕραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεϑήσονται αὐτῷ δι' ἀδικίας, ἃς ἥμαρτεν.
Verse: 10    
ἐγὼ δὲ κύριος ϑεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καϑὼς ἡμέρᾳ ἑορτῆς.
Verse: 11    
καὶ λαλήσω πρὸς προϕήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήϑυνα καὶ ἐν χερσὶν προϕητῶν ὡμοιώϑην.
Verse: 12    
εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες ϑυσιάζοντες, καὶ τὰ ϑυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.
Verse: 13    
καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐϕυλάξατο.
Verse: 14    
καὶ ἐν προϕήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προϕήτῃ διεϕυλάχϑη.
Verse: 15    
ἐϑύμωσεν Εϕραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἐκχυϑήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.