TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 988
Previous part

Book: Is. 
ΗΣΑΙΑΣ


Chapter: 1 
Verse: 1    ῞Ορασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως, ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου, οἳ ἐβασίλευσαν τῆς Ιουδαίας.
Verse: 2    
῎Ακουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠϑέτησαν.
Verse: 3    
ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν ϕάτνην τοῦ κυρίου αὐτοῦ· Ισραηλ δέ με οὐκ ἔγνω, καὶ λαός με οὐ συνῆκεν.
Verse: 4    
οὐαὶ ἔϑνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ.
Verse: 5    
τί ἔτι πληγῆτε προστιϑέντες ἀνομίαν; πᾶσα κεϕαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.
Verse: 6    
ἀπὸ ποδῶν ἕως κεϕαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ ϕλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιϑεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.
Verse: 7    
γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσϑίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
Verse: 8    
ἐγκαταλειϕϑήσεται ϑυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροϕυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη·
Verse: 9    
καὶ εἰ μὴ κύριος σαβαωϑ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδομα ἂν ἐγενήϑημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώϑημεν.
Verse: 10    
᾽Ακούσατε λόγον κυρίου, ἄρχοντες Σοδομων· προσέχετε νόμον ϑεοῦ, λαὸς Γομορρας.
Verse: 11    
τί μοι πλῆϑος τῶν ϑυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,
Verse: 12    
οὐδ' ἐὰν ἔρχησϑε ὀϕϑῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου
Verse: 13    
οὐ προσϑήσεσϑε· ἐὰν ϕέρητε σεμίδαλιν, μάταιον· ϑυμίαμα βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν
Verse: 14    
καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ψυχή μου· ἐγενήϑητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.
Verse: 15    
ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀϕϑαλμούς μου ἀϕ' ὑμῶν, καὶ ἐὰν πληϑύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Verse: 16    
λούσασϑε, καϑαροὶ γένεσϑε, ἀϕέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου, παύσασϑε ἀπὸ τῶν πονηριῶν ὑμῶν,
Verse: 17    
μάϑετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασϑε ἀδικούμενον, κρίνατε ὀρϕανῷ καὶ δικαιώσατε χήραν·
Verse: 18    
καὶ δεῦτε καὶ διελεγχϑῶμεν, λέγει κύριος, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς ϕοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.
Verse: 19    
καὶ ἐὰν ϑέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαϑὰ τῆς γῆς ϕάγεσϑε·
Verse: 20    
ἐὰν δὲ μὴ ϑέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
Verse: 21    
Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων, πλήρης κρίσεως, ἐν δικαιοσύνη ἐκοιμήϑη ἐν αὐτῇ, νῦν δὲ ϕονευταί.
Verse: 22    
τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι·
Verse: 23    
οἱ ἄρχοντές σου ἀπειϑοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρϕανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.
Verse: 24    
διὰ τοῦτο τάδε λέγει δεσπότης κύριος σαβαωϑ Οὐαὶ οἱ ἰσχύοντες Ισραηλ· οὐ παύσεται γάρ μου ϑυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχϑρῶν μου ποιήσω.
Verse: 25    
καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καϑαρόν, τοὺς δὲ ἀπειϑοῦντας ἀπολέσω καὶ ἀϕελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηϕάνους ταπεινώσω.
Verse: 26    
καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς· καὶ μετὰ ταῦτα κληϑήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιων.
Verse: 27    
μετὰ γὰρ κρίματος σωϑήσεται αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης·
Verse: 28    
καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσϑήσονται.
Verse: 29    
διότι αἰσχυνϑήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνϑησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἐπεϑύμησαν·
Verse: 30    
ἔσονται γὰρ ὡς τερέβινϑος ἀποβεβληκυῖα τὰ ϕύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·
Verse: 31    
καὶ ἔσται ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινϑῆρες πυρός, καὶ κατακαυϑήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται σβέσων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.