TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 998
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνϑος ἐκ τῆς ῥίζης ἀναβήσεται.
Verse: 2    
καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ ϑεοῦ, πνεῦμα σοϕίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·
Verse: 3    
ἐμπλήσει αὐτὸν πνεῦμα ϕόβου ϑεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,
Verse: 4    
ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·
Verse: 5    
καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀληϑείᾳ εἰλημένος τὰς πλευράς.
Verse: 6    
καὶ συμβοσκηϑήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίϕῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηϑήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·
Verse: 7    
καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηϑήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα ϕάγονται ἄχυρα.
Verse: 8    
καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.
Verse: 9    
καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσϑη σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι ϑαλάσσας.
Verse: 10    
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ῥίζα τοῦ Ιεσσαι καὶ ἀνιστάμενος ἄρχειν ἐϑνῶν, ἐπ' αὐτῷ ἔϑνη ἐλπιοῦσιν, καὶ ἔσται ἀνάπαυσις αὐτοῦ τιμή.
Verse: 11    
καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσϑήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειϕϑὲν ὑπόλοιπον τοῦ λαοῦ, ἂν καταλειϕϑῇ ἀπὸ τῶν ᾽Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰϑιοπίας καὶ ἀπὸ Αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ᾽Αραβίας.
Verse: 12    
καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔϑνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.
Verse: 13    
καὶ ἀϕαιρεϑήσεται ζῆλος Εϕραιμ, καὶ οἱ ἐχϑροὶ Ιουδα ἀπολοῦνται· Εϕραιμ οὐ ζηλώσει Ιουδαν, καὶ Ιουδας οὐ ϑλίψει Εϕραιμ.
Verse: 14    
καὶ πετασϑήσονται ἐν πλοίοις ἀλλοϕύλων ϑάλασσαν, ἅμα προνομεύσουσιν καὶ τοὺς ἀϕ' ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν· καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται.
Verse: 15    
καὶ ἐρημώσει κύριος τὴν ϑάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ ϕάραγγας ὥστε διαπορεύεσϑαι αὐτὸν ἐν ὑποδήμασιν·
Verse: 16    
καὶ ἔσται δίοδος τῷ καταλειϕϑέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ισραηλ ὡς ἡμέρα ὅτε ἐξῆλϑεν ἐκ γῆς Αἰγύπτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.