TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1014
Previous part

Chapter: 27 
Verse: 1    Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ϑεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄϕιν ϕεύγοντα, ἐπὶ τὸν δράκοντα ὄϕιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα.
Verse: 2    
τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιϑύμημα ἐξάρχειν κατ' αὐτῆς.
Verse: 3    
ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος.
Verse: 4    
οὐκ ἔστιν οὐκ ἐπελάβετο αὐτῆς· τίς με ϑήσει ϕυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠϑέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ϑεὸς πάντα, ὅσα συνέταξεν. κατακέκαυμαι,
Verse: 5    
βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην.
Verse: 6    
οἱ ἐρχόμενοι, τέκνα Ιακωβ, βλαστήσει καὶ ἐξανϑήσει Ισραηλ, καὶ ἐμπλησϑήσεται οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.
Verse: 7    
μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεϑήσεται;
Verse: 8    
μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσϑα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι ϑυμοῦ;
Verse: 9    
διὰ τοῦτο ἀϕαιρεϑήσεται ἀνομία Ιακωβ, καὶ τοῦτό ἐστιν εὐλογία αὐτοῦ, ὅταν ἀϕέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν ϑῶσιν πάντας τοὺς λίϑους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.
Verse: 10    
τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.
Verse: 11    
καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανϑῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ ϑέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ποιήσας αὐτούς, οὐδὲ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.
Verse: 12    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμϕράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως ῾Ρινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα.
Verse: 13    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν ᾽Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.