TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 990
Chapter: 3
Verse: 1
᾽Ιδοὺ
δὴ
ὁ
δεσπότης
κύριος
σαβαωϑ
ἀϕελεῖ
ἀπὸ
τῆς
Ιουδαίας
καὶ
ἀπὸ
Ιερουσαλημ
ἰσχύοντα
καὶ
ἰσχύουσαν
,
ἰσχὺν
ἄρτου
καὶ
ἰσχὺν
ὕδατος
,
Verse: 2
γίγαντα
καὶ
ἰσχύοντα
καὶ
ἄνϑρωπον
πολεμιστὴν
καὶ
δικαστὴν
καὶ
προϕήτην
καὶ
στοχαστὴν
καὶ
πρεσβύτερον
Verse: 3
καὶ
πεντηκόνταρχον
καὶ
ϑαυμαστὸν
σύμβουλον
καὶ
σοϕὸν
ἀρχιτέκτονα
καὶ
συνετὸν
ἀκροατήν
·
Verse: 4
καὶ
ἐπιστήσω
νεανίσκους
ἄρχοντας
αὐτῶν
,
καὶ
ἐμπαῖκται
κυριεύσουσιν
αὐτῶν
.
Verse: 5
καὶ
συμπεσεῖται
ὁ
λαός
,
ἄνϑρωπος
πρὸς
ἄνϑρωπον
καὶ
ἄνϑρωπος
πρὸς
τὸν
πλησίον
αὐτοῦ
·
προσκόψει
τὸ
παιδίον
πρὸς
τὸν
πρεσβύτην
,
ὁ
ἄτιμος
πρὸς
τὸν
ἔντιμον
.
Verse: 6
ὅτι
ἐπιλήμψεται
ἄνϑρωπος
τοῦ
ἀδελϕοῦ
αὐτοῦ
ἢ
τοῦ
οἰκείου
τοῦ
πατρὸς
αὐτοῦ
λέγων
῾Ιμάτιον
ἔχεις
,
ἀρχηγὸς
ἡμῶν
γενοῦ
,
καὶ
τὸ
βρῶμα
τὸ
ἐμὸν
ὑπὸ
σὲ
ἔστω
.
Verse: 7
καὶ
ἀποκριϑεὶς
ἐρεῖ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
Οὐκ
ἔσομαί
σου
ἀρχηγός
·
οὐ
γὰρ
ἔστιν
ἐν
τῷ
οἴκῳ
μου
ἄρτος
οὐδὲ
ἱμάτιον
·
οὐκ
ἔσομαι
ἀρχηγὸς
τοῦ
λαοῦ
τούτου
.
Verse: 8
ὅτι
ἀνεῖται
Ιερουσαλημ
,
καὶ
ἡ
Ιουδαία
συμπέπτωκεν
,
καὶ
αἱ
γλῶσσαι
αὐτῶν
μετὰ
ἀνομίας
,
τὰ
πρὸς
κύριον
ἀπειϑοῦντες
·
διότι
νῦν
ἐταπεινώϑη
ἡ
δόξα
αὐτῶν
,
Verse: 9
καὶ
ἡ
αἰσχύνη
τοῦ
προσώπου
αὐτῶν
ἀντέστη
αὐτοῖς
·
τὴν
δὲ
ἁμαρτίαν
αὐτῶν
ὡς
Σοδομων
ἀνήγγειλαν
καὶ
ἐνεϕάνισαν
.
οὐαὶ
τῇ
ψυχῇ
αὐτῶν
,
διότι
βεβούλευνται
βουλὴν
πονηρὰν
καϑ
'
ἑαυτῶν
Verse: 10
εἰπόντες
Δήσωμεν
τὸν
δίκαιον
,
ὅτι
δύσχρηστος
ἡμῖν
ἐστιν
·
τοίνυν
τὰ
γενήματα
τῶν
ἔργων
αὐτῶν
ϕάγονται
.
Verse: 11
οὐαὶ
τῷ
ἀνόμῳ
·
πονηρὰ
κατὰ
τὰ
ἔργα
τῶν
χειρῶν
αὐτοῦ
συμβήσεται
αὐτῷ
.
Verse: 12
λαός
μου
,
οἱ
πράκτορες
ὑμῶν
καλαμῶνται
ὑμᾶς
,
καὶ
οἱ
ἀπαιτοῦντες
κυριεύουσιν
ὑμῶν
·
λαός
μου
,
οἱ
μακαρίζοντες
ὑμᾶς
πλανῶσιν
ὑμᾶς
καὶ
τὸν
τρίβον
τῶν
ποδῶν
ὑμῶν
ταράσσουσιν
.
Verse: 13
ἀλλὰ
νῦν
καταστήσεται
εἰς
κρίσιν
κύριος
καὶ
στήσει
εἰς
κρίσιν
τὸν
λαὸν
αὐτοῦ
,
Verse: 14
αὐτὸς
κύριος
εἰς
κρίσιν
ἥξει
μετὰ
τῶν
πρεσβυτέρων
τοῦ
λαοῦ
καὶ
μετὰ
τῶν
ἀρχόντων
αὐτοῦ
῾Υμεῖς
δὲ
τί
ἐνεπυρίσατε
τὸν
ἀμπελῶνά
μου
καὶ
ἡ
ἁρπαγὴ
τοῦ
πτωχοῦ
ἐν
τοῖς
οἴκοις
ὑμῶν
;
Verse: 15
τί
ὑμεῖς
ἀδικεῖτε
τὸν
λαόν
μου
καὶ
τὸ
πρόσωπον
τῶν
πτωχῶν
καταισχύνετε
;
Verse: 16
Τάδε
λέγει
κύριος
᾽Ανϑ
'
ὧν
ὑψώϑησαν
αἱ
ϑυγατέρες
Σιων
καὶ
ἐπορεύϑησαν
ὑψηλῷ
τραχήλῳ
καὶ
ἐν
νεύμασιν
ὀϕϑαλμῶν
καὶ
τῇ
πορείᾳ
τῶν
ποδῶν
ἅμα
σύρουσαι
τοὺς
χιτῶνας
καὶ
τοῖς
ποσὶν
ἅμα
παίζουσαι
,
Verse: 17
καὶ
ταπεινώσει
ὁ
ϑεὸς
ἀρχούσας
ϑυγατέρας
Σιων
,
καὶ
κύριος
ἀποκαλύψει
τὸ
σχῆμα
αὐτῶν
Verse: 18
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
καὶ
ἀϕελεῖ
κύριος
τὴν
δόξαν
τοῦ
ἱματισμοῦ
αὐτῶν
καὶ
τοὺς
κόσμους
αὐτῶν
καὶ
τὰ
ἐμπλόκια
καὶ
τοὺς
κοσύμβους
καὶ
τοὺς
μηνίσκους
Verse: 19
καὶ
τὸ
κάϑεμα
καὶ
τὸν
κόσμον
τοῦ
προσώπου
αὐτῶν
Verse: 20
καὶ
τὴν
σύνϑεσιν
τοῦ
κόσμου
τῆς
δόξης
καὶ
τοὺς
χλιδῶνας
καὶ
τὰ
ψέλια
καὶ
τὸ
ἐμπλόκιον
καὶ
τὰ
περιδέξια
καὶ
τοὺς
δακτυλίους
καὶ
τὰ
ἐνώτια
Verse: 21
καὶ
τὰ
περιπόρϕυρα
καὶ
τὰ
μεσοπόρϕυρα
Verse: 22
καὶ
τὰ
ἐπιβλήματα
τὰ
κατὰ
τὴν
οἰκίαν
καὶ
τὰ
διαϕανῆ
Λακωνικὰ
Verse: 23
καὶ
τὰ
βύσσινα
καὶ
τὰ
ὑακίνϑινα
καὶ
τὰ
κόκκινα
καὶ
τὴν
βύσσον
,
σὺν
χρυσίῳ
καὶ
ὑακίνϑῳ
συγκαϑυϕασμένα
καὶ
ϑέριστρα
κατάκλιτα
.
Verse: 24
καὶ
ἔσται
ἀντὶ
ὀσμῆς
ἡδείας
κονιορτός
,
καὶ
ἀντὶ
ζώνης
σχοινίῳ
ζώσῃ
καὶ
ἀντὶ
τοῦ
κόσμου
τῆς
κεϕαλῆς
τοῦ
χρυσίου
ϕαλάκρωμα
ἕξεις
διὰ
τὰ
ἔργα
σου
καὶ
ἀντὶ
τοῦ
χιτῶνος
τοῦ
μεσοπορϕύρου
περιζώσῃ
σάκκον
.
Verse: 25
καὶ
ὁ
υἱός
σου
ὁ
κάλλιστος
,
ὃν
ἀγαπᾷς
,
μαχαίρᾳ
πεσεῖται
,
καὶ
οἱ
ἰσχύοντες
ὑμῶν
μαχαίρᾳ
πεσοῦνται
.
Verse: 26
καὶ
ταπεινωϑήσονται
καὶ
πενϑήσουσιν
αἱ
ϑῆκαι
τοῦ
κόσμου
ὑμῶν
,
καὶ
καταλειϕϑήσῃ
μόνη
καὶ
εἰς
τὴν
γῆν
ἐδαϕισϑήσῃ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.