TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 990
Previous part

Chapter: 3 
Verse: 1    ᾽Ιδοὺ δὴ δεσπότης κύριος σαβαωϑ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,
Verse: 2    
γίγαντα καὶ ἰσχύοντα καὶ ἄνϑρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προϕήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
Verse: 3    
καὶ πεντηκόνταρχον καὶ ϑαυμαστὸν σύμβουλον καὶ σοϕὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν·
Verse: 4    
καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.
Verse: 5    
καὶ συμπεσεῖται λαός, ἄνϑρωπος πρὸς ἄνϑρωπον καὶ ἄνϑρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ἄτιμος πρὸς τὸν ἔντιμον.
Verse: 6    
ὅτι ἐπιλήμψεται ἄνϑρωπος τοῦ ἀδελϕοῦ αὐτοῦ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων ῾Ιμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.
Verse: 7    
καὶ ἀποκριϑεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.
Verse: 8    
ὅτι ἀνεῖται Ιερουσαλημ, καὶ Ιουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειϑοῦντες· διότι νῦν ἐταπεινώϑη δόξα αὐτῶν,
Verse: 9    
καὶ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεϕάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καϑ' ἑαυτῶν
Verse: 10    
εἰπόντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν ϕάγονται.
Verse: 11    
οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.
Verse: 12    
λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.
Verse: 13    
ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ,
Verse: 14    
αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ ῾Υμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν;
Verse: 15    
τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;
Verse: 16    
Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ὑψώϑησαν αἱ ϑυγατέρες Σιων καὶ ἐπορεύϑησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀϕϑαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι,
Verse: 17    
καὶ ταπεινώσει ϑεὸς ἀρχούσας ϑυγατέρας Σιων, καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
Verse: 18    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀϕελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
Verse: 19    
καὶ τὸ κάϑεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
Verse: 20    
καὶ τὴν σύνϑεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
Verse: 21    
καὶ τὰ περιπόρϕυρα καὶ τὰ μεσοπόρϕυρα
Verse: 22    
καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαϕανῆ Λακωνικὰ
Verse: 23    
καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνϑινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνϑῳ συγκαϑυϕασμένα καὶ ϑέριστρα κατάκλιτα.
Verse: 24    
καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεϕαλῆς τοῦ χρυσίου ϕαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορϕύρου περιζώσῃ σάκκον.
Verse: 25    
καὶ υἱός σου κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται.
Verse: 26    
καὶ ταπεινωϑήσονται καὶ πενϑήσουσιν αἱ ϑῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειϕϑήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαϕισϑήσῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.