TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1022
Previous part

Chapter: 35 
Verse: 1    Εὐϕράνϑητι, ἔρημος διψῶσα, ἀγαλλιάσϑω ἔρημος καὶ ἀνϑείτω ὡς κρίνον,
Verse: 2    
καὶ ἐξανϑήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου· καὶ δόξα τοῦ Λιβάνου ἐδόϑη αὐτῇ καὶ τιμὴ τοῦ Καρμήλου, καὶ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ ϑεοῦ.
Verse: 3    
ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα·
Verse: 4    
παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ ϕοβεῖσϑε· ἰδοὺ ϑεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.
Verse: 5    
τότε ἀνοιχϑήσονται ὀϕϑαλμοὶ τυϕλῶν, καὶ ὦτα κωϕῶν ἀκούσονται.
Verse: 6    
τότε ἁλεῖται ὡς ἔλαϕος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ϕάραγξ ἐν γῇ διψώσῃ,
Verse: 7    
καὶ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐϕροσύνη ὀρνέων, ἔπαυλις καλάμου καὶ ἕλη.
Verse: 8    
ἐκεῖ ἔσται ὁδὸς καϑαρὰ καὶ ὁδὸς ἁγία κληϑήσεται, καὶ οὐ μὴ παρέλϑῃ ἐκεῖ ἀκάϑαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάϑαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτῆς καὶ οὐ μὴ πλανηϑῶσιν.
Verse: 9    
καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν ϑηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεϑῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι.
Verse: 10    
καὶ συνηγμένοι διὰ κύριον ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐϕροσύνης, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν· ἐπὶ γὰρ κεϕαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.