TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1027
Previous part

Chapter: 40 
Verse: 1    Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ϑεός.
Verse: 2    
ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσϑη ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
Verse: 3    
ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐϑείας ποιεῖτε τὰς τρίβους τοῦ ϑεοῦ ἡμῶν·
Verse: 4    
πᾶσα ϕάραγξ πληρωϑήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωϑήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐϑεῖαν καὶ τραχεῖα εἰς πεδία·
Verse: 5    
καὶ ὀϕϑήσεται δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ϑεοῦ· ὅτι κύριος ἐλάλησεν.
Verse: 6    
ϕωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνϑρώπου ὡς ἄνϑος χόρτου·
Verse: 7    
ἐξηράνϑη χόρτος, καὶ τὸ ἄνϑος ἐξέπεσεν,
Verse: 8    
τὸ δὲ ῥῆμα τοῦ ϑεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.
Verse: 9    
ἐπ' ὄρος ὑψηλὸν ἀνάβηϑι, εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν ϕωνήν σου, εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ ϕοβεῖσϑε· εἰπὸν ταῖς πόλεσιν Ιουδα ᾽Ιδοὺ ϑεὸς ὑμῶν.
Verse: 10    
ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ βραχίων μετὰ κυριείας, ἰδοὺ μισϑὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
Verse: 11    
ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Verse: 12    
Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιϑαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταϑμῷ καὶ τὰς νάπας ζυγῷ;
Verse: 13    
τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;
Verse: 14    
πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; τίς ἔδειξεν αὐτῷ κρίσιν; ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;
Verse: 15    
εἰ πάντα τὰ ἔϑνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσϑησαν, καὶ ὡς σίελος λογισϑήσονται·
Verse: 16    
δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,
Verse: 17    
καὶ πάντα τὰ ἔϑνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐϑὲν ἐλογίσϑησαν.
Verse: 18    
τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
Verse: 19    
μὴ εἰκόνα ἐποίησεν τέκτων, χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν;
Verse: 20    
ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοϕῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται.
Verse: 21    
οὐ γνώσεσϑε; οὐκ ἀκούσεσϑε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ ϑεμέλια τῆς γῆς;
Verse: 22    
κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,
Verse: 23    
διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
Verse: 24    
οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ ϕυτεύσωσιν, οὐδὲ μὴ ῥιζωϑῇ εἰς τὴν γῆν ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ' αὐτοὺς καὶ ἐξηράνϑησαν, καὶ καταιγὶς ὡς ϕρύγανα ἀναλήμψεται αὐτούς.
Verse: 25    
νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωϑήσομαι; εἶπεν ἅγιος.
Verse: 26    
ἀναβλέψατε εἰς ὕψος τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ἐκϕέρων κατὰ ἀριϑμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ' ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαϑεν.
Verse: 27    
Μὴ γὰρ εἴπῃς, Ιακωβ, καὶ τί ἐλάλησας, Ισραηλ ᾽Απεκρύβη ὁδός μου ἀπὸ τοῦ ϑεοῦ, καὶ ϑεός μου τὴν κρίσιν ἀϕεῖλεν καὶ ἀπέστη;
Verse: 28    
καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; ϑεὸς αἰώνιος ϑεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς ϕρονήσεως αὐτοῦ·
Verse: 29    
διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
Verse: 30    
πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
Verse: 31    
οἱ δὲ ὑπομένοντες τὸν ϑεὸν ἀλλάξουσιν ἰσχύν, πτεροϕυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.