TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1029
Previous part

Chapter: 42 
Verse: 1    Ιακωβ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ισραηλ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔϑνεσιν ἐξοίσει.
Verse: 2    
οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσϑήσεται ἔξω ϕωνὴ αὐτοῦ.
Verse: 3    
κάλαμον τεϑλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήϑειαν ἐξοίσει κρίσιν.
Verse: 4    
ἀναλάμψει καὶ οὐ ϑραυσϑήσεται, ἕως ἂν ϑῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔϑνη ἐλπιοῦσιν.
Verse: 5    
οὕτως λέγει κύριος ϑεὸς ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·
Verse: 6    
ἐγὼ κύριος ϑεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαϑήκην γένους, εἰς ϕῶς ἐϑνῶν
Verse: 7    
ἀνοῖξαι ὀϕϑαλμοὺς τυϕλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου ϕυλακῆς καϑημένους ἐν σκότει.
Verse: 8    
ἐγὼ κύριος ϑεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
Verse: 9    
τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώϑη ὑμῖν.
Verse: 10    
῾Υμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν ϑάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
Verse: 11    
εὐϕράνϑητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐϕρανϑήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρων τῶν ὀρέων βοήσουσιν·
Verse: 12    
δώσουσιν τῷ ϑεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.
Verse: 13    
κύριος ϑεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ μετὰ ἰσχύος.
Verse: 14    
ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.
Verse: 15    
καὶ ϑήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.
Verse: 16    
καὶ ἄξω τυϕλοὺς ἐν ὁδῷ, οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς ϕῶς καὶ τὰ σκολιὰ εἰς εὐϑεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.
Verse: 17    
αὐτοὶ δὲ ἀπεστράϕησαν εἰς τὰ ὀπίσω· αἰσχύνϑητε αἰσχύνην, οἱ πεποιϑότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς ῾Υμεῖς ἐστε ϑεοὶ ἡμῶν.
Verse: 18    
Οἱ κωϕοί, ἀκούσατε, καὶ οἱ τυϕλοί, ἀναβλέψατε ἰδεῖν.
Verse: 19    
καὶ τίς τυϕλὸς ἀλλ' οἱ παῖδές μου καὶ κωϕοὶ ἀλλ' οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυϕλώϑησαν οἱ δοῦλοι τοῦ ϑεοῦ.
Verse: 20    
εἴδετε πλεονάκις, καὶ οὐκ ἐϕυλάξασϑε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.
Verse: 21    
κύριος ϑεὸς ἐβούλετο ἵνα δικαιωϑῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον,
Verse: 22    
καὶ ἐγένετο λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν λέγων ᾽Απόδος.
Verse: 23    
τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα;
Verse: 24    
τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ϑεός, ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσϑαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
Verse: 25    
καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν ϑυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμϕλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔϑεντο ἐπὶ ψυχήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.