TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1031
Previous part

Chapter: 44 
Verse: 1    νῦν δὲ ἄκουσον, παῖς μου Ιακωβ καὶ Ισραηλ, ὃν ἐξελεξάμην·
Verse: 2    
οὕτως λέγει κύριος ϑεὸς ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας ῎Ετι βοηϑηϑήσῃ, μὴ ϕοβοῦ, παῖς μου Ιακωβ καὶ ἠγαπημένος Ισραηλ, ὃν ἐξελεξάμην·
Verse: 3    
ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιϑήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,
Verse: 4    
καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.
Verse: 5    
οὗτος ἐρεῖ Τοῦ ϑεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ ϑεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ.
Verse: 6    
Οὕτως λέγει ϑεὸς βασιλεὺς τοῦ Ισραηλ ῥυσάμενος αὐτὸν ϑεὸς σαβαωϑ ᾽Εγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν ϑεός.
Verse: 7    
τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀϕ' οὗ ἐποίησα ἄνϑρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλϑεῖν ἀναγγειλάτωσαν ὑμῖν.
Verse: 8    
μὴ παρακαλύπτεσϑε· οὐκ ἀπ' ἀρχῆς ἠνωτίσασϑε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν ϑεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.
Verse: 9    
οἱ πλάσσοντες καὶ γλύϕοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταϑύμια αὐτῶν, οὐκ ὠϕελήσει αὐτούς· ἀλλὰ αἰσχυνϑήσονται
Verse: 10    
πάντες οἱ πλάσσοντες ϑεὸν καὶ γλύϕοντες ἀνωϕελῆ,
Verse: 11    
καὶ πάντες ὅϑεν ἐγένοντο ἐξηράνϑησαν, καὶ κωϕοὶ ἀπὸ ἀνϑρώπων συναχϑήτωσαν πάντες καὶ στήτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνϑήτωσαν ἅμα.
Verse: 12    
ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσϑενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ἐκλεξάμενος
Verse: 13    
τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύϑμισεν αὐτό, ἐποίησεν αὐτὸ ὡς μορϕὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνϑρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ.
Verse: 14    
ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ἐϕύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν,
Verse: 15    
ἵνα ἀνϑρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ' αὐτοῦ ἐϑερμάνϑη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς ϑεούς, καὶ προσκυνοῦσιν αὐτούς.
Verse: 16    
οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· καὶ ἐπ' αὐτοῦ κρέας ὀπτήσας ἔϕαγεν καὶ ἐνεπλήσϑη· καὶ ϑερμανϑεὶς εἶπεν ῾Ηδύ μοι ὅτι ἐϑερμάνϑην καὶ εἶδον πῦρ.
Verse: 17    
τὸ δὲ λοιπὸν ἐποίησεν εἰς ϑεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων ᾽Εξελοῦ με, ὅτι ϑεός μου εἶ σύ.
Verse: 18    
οὐκ ἔγνωσαν ϕρονῆσαι, ὅτι ἀπημαυρώϑησαν τοῦ βλέπειν τοῖς ὀϕϑαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
Verse: 19    
καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ ϕρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνϑράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔϕαγεν καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.
Verse: 20    
γνῶτε ὅτι σποδὸς καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσϑαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου;
Verse: 21    
Μνήσϑητι ταῦτα, Ιακωβ καὶ Ισραηλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ισραηλ, μὴ ἐπιλανϑάνου μου.
Verse: 22    
ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεϕέλην τὰς ἀνομίας σου καὶ ὡς γνόϕον τὰς ἁμαρτίας σου· ἐπιστράϕητι πρός με, καὶ λυτρώσομαί σε.
Verse: 23    
εὐϕράνϑητε, οὐρανοί, ὅτι ἠλέησεν ϑεὸς τὸν Ισραηλ· σαλπίσατε, ϑεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐϕροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ϑεὸς τὸν Ιακωβ, καὶ Ισραηλ δοξασϑήσεται.
Verse: 24    
Οὕτως λέγει κύριος λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας ᾽Εγὼ κύριος συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος
Verse: 25    
διασκεδάσει σημεῖα ἐγγαστριμύϑων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέϕων ϕρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων
Verse: 26    
καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληϑεύων; λέγων Ιερουσαλημ Κατοικηϑήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας Οἰκοδομηϑήσεσϑε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·
Verse: 27    
λέγων τῇ ἀβύσσῳ ᾽Ερημωϑήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·
Verse: 28    
λέγων Κύρῳ ϕρονεῖν, καὶ Πάντα τὰ ϑελήματά μου ποιήσει· λέγων Ιερουσαλημ Οἰκοδομηϑήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου ϑεμελιώσω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.