TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1032
Previous part

Chapter: 45 
Verse: 1    Οὕτως λέγει κύριος ϑεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσϑεν αὐτοῦ ἔϑνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσϑεν αὐτοῦ ϑύρας, καὶ πόλεις οὐ συγκλεισϑήσονται
Verse: 2    
᾽Εγὼ ἔμπροσϑέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, ϑύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
Verse: 3    
καὶ δώσω σοι ϑησαυροὺς σκοτεινούς, ἀποκρύϕους ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ϑεὸς καλῶν τὸ ὄνομά σου, ϑεὸς Ισραηλ.
Verse: 4    
ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με.
Verse: 5    
ὅτι ἐγὼ κύριος ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ϑεός, καὶ οὐκ ᾔδεις με,
Verse: 6    
ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ· ἐγὼ κύριος ϑεός, καὶ οὐκ ἔστιν ἔτι·
Verse: 7    
ἐγὼ κατασκευάσας ϕῶς καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ κύριος ϑεὸς ποιῶν ταῦτα πάντα.
Verse: 8    
εὐϕρανϑήτω οὐρανὸς ἄνωϑεν, καὶ αἱ νεϕέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι κύριος κτίσας σε.
Verse: 9    
Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας;
Verse: 10    
λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί ὠδινήσεις;
Verse: 11    
ὅτι οὕτως λέγει κύριος ϑεὸς ἅγιος Ισραηλ ποιήσας τὰ ἐπερχόμενα ᾽Ερωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ϑυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασϑέ μοι.
Verse: 12    
ἐγὼ ἐποίησα γῆν καὶ ἄνϑρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.
Verse: 13    
ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐϑεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος σαβαωϑ.
Verse: 14    
Οὕτως λέγει κύριος σαβαωϑ ᾽Εκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰϑιόπων, καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουϑήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ϑεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ·
Verse: 15    
σὺ γὰρ εἶ ϑεός, καὶ οὐκ ᾔδειμεν, ϑεὸς τοῦ Ισραηλ σωτήρ.
Verse: 16    
αἰσχυνϑήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσϑε πρός με, νῆσοι.
Verse: 17    
Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνϑήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.
Verse: 18    
Οὕτως λέγει κύριος ποιήσας τὸν οὐρανόν οὗτος ϑεὸς καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσϑαι ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι.
Verse: 19    
οὐκ ἐν κρυϕῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ιακωβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήϑειαν.
Verse: 20    
συνάχϑητε καὶ ἥκετε, βουλεύσασϑε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐϑνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς ϑεούς, οἳ οὐ σῴζουσιν.
Verse: 21    
εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ' ἀρχῆς. τότε ἀνηγγέλη ὑμῖν ᾽Εγὼ ϑεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.
Verse: 22    
ἐπιστράϕητε πρός με καὶ σωϑήσεσϑε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ϑεός, καὶ οὐκ ἔστιν ἄλλος.
Verse: 23    
κατ' ἐμαυτοῦ ὀμνύω ῏Η μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραϕήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ ϑεῷ
Verse: 24    
λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνϑήσονται πάντες οἱ ἀϕορίζοντες ἑαυτούς·
Verse: 25    
ἀπὸ κυρίου δικαιωϑήσονται καὶ ἐν τῷ ϑεῷ ἐνδοξασϑήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.