TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1037
Previous part

Chapter: 50 
Verse: 1    Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐξαπέστειλα αὐτήν; τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράϑητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.
Verse: 2    
τί ὅτι ἦλϑον καὶ οὐκ ἦν ἄνϑρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὑπακούων; μὴ οὐκ ἰσχύει χείρ μου τοῦ ῥύσασϑαι; οὐκ ἰσχύω τοῦ ἐξελέσϑαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν ϑάλασσαν καὶ ϑήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανϑήσονται οἱ ἰχϑύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποϑανοῦνται ἐν δίψει.
Verse: 3    
καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ϑήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.
Verse: 4    
Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔϑηκέν μοι πρωί, προσέϑηκέν μοι ὠτίον ἀκούειν·
Verse: 5    
καὶ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειϑῶ οὐδὲ ἀντιλέγω.
Verse: 6    
τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων·
Verse: 7    
καὶ κύριος βοηϑός μου ἐγενήϑη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔϑηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνϑῶ.
Verse: 8    
ὅτι ἐγγίζει δικαιώσας με· τίς κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς κρινόμενός μοι; ἐγγισάτω μοι.
Verse: 9    
ἰδοὺ κύριος βοηϑεῖ μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωϑήσεσϑε, καὶ ὡς σὴς καταϕάγεται ὑμᾶς.
Verse: 10    
Τίς ἐν ὑμῖν ϕοβούμενος τὸν κύριον; ἀκουσάτω τῆς ϕωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς ϕῶς, πεποίϑατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασϑε ἐπὶ τῷ ϑεῷ.
Verse: 11    
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε ϕλόγα· πορεύεσϑε τῷ ϕωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ ϕλογί, ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηϑήσεσϑε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.