TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1039
Previous part

Chapter: 52 
Verse: 1    ᾽Εξεγείρου ἐξεγείρου, Σιων, ἔνδυσαι τὴν ἰσχύν σου, Σιων, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ιερουσαλημ πόλις ἁγία· οὐκέτι προστεϑήσεται διελϑεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάϑαρτος.
Verse: 2    
ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηϑι κάϑισον, Ιερουσαλημ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, αἰχμάλωτος ϑυγάτηρ Σιων.
Verse: 3    
ὅτι τάδε λέγει κύριος Δωρεὰν ἐπράϑητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωϑήσεσϑε.
Verse: 4    
οὕτως λέγει κύριος Εἰς Αἴγυπτον κατέβη λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς ᾽Ασσυρίους βίᾳ ἤχϑησαν·
Verse: 5    
καὶ νῦν τί ὧδέ ἐστε; τάδε λέγει κύριος. ὅτι ἐλήμϕϑη λαός μου δωρεάν, ϑαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασϕημεῖται ἐν τοῖς ἔϑνεσιν.
Verse: 6    
διὰ τοῦτο γνώσεται λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς λαλῶν· πάρειμι
Verse: 7    
ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαϑά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων Βασιλεύσει σου ϑεός·
Verse: 8    
ὅτι ϕωνὴ τῶν ϕυλασσόντων σε ὑψώϑη, καὶ τῇ ϕωνῇ ἅμα εὐϕρανϑήσονται· ὅτι ὀϕϑαλμοὶ πρὸς ὀϕϑαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων.
Verse: 9    
ῥηξάτω εὐϕροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ.
Verse: 10    
καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐϑνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ ϑεοῦ.
Verse: 11    
ἀπόστητε ἀπόστητε ἐξέλϑατε ἐκεῖϑεν καὶ ἀκαϑάρτου μὴ ἅπτεσϑε, ἐξέλϑατε ἐκ μέσου αὐτῆς ἀϕορίσϑητε, οἱ ϕέροντες τὰ σκεύη κυρίου·
Verse: 12    
ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσϑε οὐδὲ ϕυγῇ πορεύσεσϑε, πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ἐπισυνάγων ὑμᾶς κύριος ϑεὸς Ισραηλ.
Verse: 13    
᾽Ιδοὺ συνήσει παῖς μου καὶ ὑψωϑήσεται καὶ δοξασϑήσεται σϕόδρα.
Verse: 14    
ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνϑρώπων τὸ εἶδός σου καὶ δόξα σου ἀπὸ τῶν ἀνϑρώπων ,
Verse: 15    
οὕτως ϑαυμάσονται ἔϑνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.