TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1041
Chapter: 54
Verse: 1
Εὐϕράνϑητι
,
στεῖρα
ἡ
οὐ
τίκτουσα
,
ῥῆξον
καὶ
βόησον
,
ἡ
οὐκ
ὠδίνουσα
,
ὅτι
πολλὰ
τὰ
τέκνα
τῆς
ἐρήμου
μᾶλλον
ἢ
τῆς
ἐχούσης
τὸν
ἄνδρα
,
εἶπεν
γὰρ
κύριος
.
Verse: 2
πλάτυνον
τὸν
τόπον
τῆς
σκηνῆς
σου
καὶ
τῶν
αὐλαιῶν
σου
,
πῆξον
,
μὴ
ϕείσῃ
·
μάκρυνον
τὰ
σχοινίσματά
σου
καὶ
τοὺς
πασσάλους
σου
κατίσχυσον
.
Verse: 3
ἔτι
εἰς
τὰ
δεξιὰ
καὶ
εἰς
τὰ
ἀριστερὰ
ἐκπέτασον
,
καὶ
τὸ
σπέρμα
σου
ἔϑνη
κληρονομήσει
,
καὶ
πόλεις
ἠρημωμένας
κατοικιεῖς
.
Verse: 4
μὴ
ϕοβοῦ
ὅτι
κατῃσχύνϑης
,
μηδὲ
ἐντραπῇς
ὅτι
ὠνειδίσϑης
·
ὅτι
αἰσχύνην
αἰώνιον
ἐπιλήσῃ
καὶ
ὄνειδος
τῆς
χηρείας
σου
οὐ
μὴ
μνησϑήσῃ
.
Verse: 5
ὅτι
κύριος
ὁ
ποιῶν
σε
,
κύριος
σαβαωϑ
ὄνομα
αὐτῷ
·
καὶ
ὁ
ῥυσάμενός
σε
αὐτὸς
ϑεὸς
Ισραηλ
,
πάσῃ
τῇ
γῇ
κληϑήσεται
.
Verse: 6
οὐχ
ὡς
γυναῖκα
καταλελειμμένην
καὶ
ὀλιγόψυχον
κέκληκέν
σε
κύριος
οὐδ
'
ὡς
γυναῖκα
ἐκ
νεότητος
μεμισημένην
,
εἶπεν
ὁ
ϑεός
σου
·
Verse: 7
χρόνον
μικρὸν
κατέλιπόν
σε
καὶ
μετὰ
ἐλέους
μεγάλου
ἐλεήσω
σε
,
Verse: 8
ἐν
ϑυμῷ
μικρῷ
ἀπέστρεψα
τὸ
πρόσωπόν
μου
ἀπὸ
σοῦ
καὶ
ἐν
ἐλέει
αἰωνίῳ
ἐλεήσω
σε
,
εἶπεν
ὁ
ῥυσάμενός
σε
κύριος
.
Verse: 9
ἀπὸ
τοῦ
ὕδατος
τοῦ
ἐπὶ
Νωε
τοῦτό
μοί
ἐστιν
·
καϑότι
ὤμοσα
αὐτῷ
ἐν
τῷ
χρόνῳ
ἐκείνῳ
τῇ
γῇ
μὴ
ϑυμωϑήσεσϑαι
ἐπὶ
σοὶ
ἔτι
μηδὲ
ἐν
ἀπειλῇ
σου
Verse: 10
τὰ
ὄρη
μεταστήσεσϑαι
οὐδὲ
οἱ
βουνοί
σου
μετακινηϑήσονται
,
οὕτως
οὐδὲ
τὸ
παρ
'
ἐμοῦ
σοι
ἔλεος
ἐκλείψει
οὐδὲ
ἡ
διαϑήκη
τῆς
εἰρήνης
σου
οὐ
μὴ
μεταστῇ
·
εἶπεν
γὰρ
κύριος
῞Ιλεώς
σοι
.
Verse: 11
Ταπεινὴ
καὶ
ἀκατάστατος
,
οὐ
παρεκλήϑης
,
ἰδοὺ
ἐγὼ
ἑτοιμάζω
σοὶ
ἄνϑρακα
τὸν
λίϑον
σου
καὶ
τὰ
ϑεμέλιά
σου
σάπϕειρον
Verse: 12
καὶ
ϑήσω
τὰς
ἐπάλξεις
σου
ἴασπιν
καὶ
τὰς
πύλας
σου
λίϑους
κρυστάλλου
καὶ
τὸν
περίβολόν
σου
λίϑους
ἐκλεκτοὺς
Verse: 13
καὶ
πάντας
τοὺς
υἱούς
σου
διδακτοὺς
ϑεοῦ
καὶ
ἐν
πολλῇ
εἰρήνῃ
τὰ
τέκνα
σου
.
Verse: 14
καὶ
ἐν
δικαιοσύνῃ
οἰκοδομηϑήσῃ
·
ἀπέχου
ἀπὸ
ἀδίκου
καὶ
οὐ
ϕοβηϑήσῃ
,
καὶ
τρόμος
οὐκ
ἐγγιεῖ
σοι
.
Verse: 15
ἰδοὺ
προσήλυτοι
προσελεύσονταί
σοι
δι
'
ἐμοῦ
καὶ
ἐπὶ
σὲ
καταϕεύξονται
.
Verse: 16
ἰδοὺ
ἐγὼ
κτίζω
σε
,
οὐχ
ὡς
χαλκεὺς
ϕυσῶν
ἄνϑρακας
καὶ
ἐκϕέρων
σκεῦος
εἰς
ἔργον
·
ἐγὼ
δὲ
ἔκτισά
σε
οὐκ
εἰς
ἀπώλειαν
ϕϑεῖραι
Verse: 17
πᾶν
σκεῦος
ϕϑαρτόν
.
ἐπὶ
σὲ
οὐκ
εὐοδώσω
,
καὶ
πᾶσα
ϕωνὴ
ἀναστήσεται
ἐπὶ
σὲ
εἰς
κρίσιν
·
πάντας
αὐτοὺς
ἡττήσεις
,
οἱ
δὲ
ἔνοχοί
σου
ἔσονται
ἐν
αὐτῇ
.
ἔστιν
κληρονομία
τοῖς
ϑεραπεύουσιν
κύριον
,
καὶ
ὑμεῖς
ἔσεσϑέ
μοι
δίκαιοι
,
λέγει
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.