TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1041
Previous part

Chapter: 54 
Verse: 1    Εὐϕράνϑητι, στεῖρα οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα, εἶπεν γὰρ κύριος.
Verse: 2    
πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ ϕείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον.
Verse: 3    
ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔϑνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.
Verse: 4    
μὴ ϕοβοῦ ὅτι κατῃσχύνϑης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσϑης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησϑήσῃ.
Verse: 5    
ὅτι κύριος ποιῶν σε, κύριος σαβαωϑ ὄνομα αὐτῷ· καὶ ῥυσάμενός σε αὐτὸς ϑεὸς Ισραηλ, πάσῃ τῇ γῇ κληϑήσεται.
Verse: 6    
οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ϑεός σου·
Verse: 7    
χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε,
Verse: 8    
ἐν ϑυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ῥυσάμενός σε κύριος.
Verse: 9    
ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν· καϑότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ ϑυμωϑήσεσϑαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου
Verse: 10    
τὰ ὄρη μεταστήσεσϑαι οὐδὲ οἱ βουνοί σου μετακινηϑήσονται, οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ διαϑήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπεν γὰρ κύριος ῞Ιλεώς σοι.
Verse: 11    
Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήϑης, ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνϑρακα τὸν λίϑον σου καὶ τὰ ϑεμέλιά σου σάπϕειρον
Verse: 12    
καὶ ϑήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίϑους κρυστάλλου καὶ τὸν περίβολόν σου λίϑους ἐκλεκτοὺς
Verse: 13    
καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς ϑεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.
Verse: 14    
καὶ ἐν δικαιοσύνῃ οἰκοδομηϑήσῃ· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ ϕοβηϑήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.
Verse: 15    
ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταϕεύξονται.
Verse: 16    
ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς ϕυσῶν ἄνϑρακας καὶ ἐκϕέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν ϕϑεῖραι
Verse: 17    
πᾶν σκεῦος ϕϑαρτόν. ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα ϕωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς ϑεραπεύουσιν κύριον, καὶ ὑμεῖς ἔσεσϑέ μοι δίκαιοι, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.