TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1047
Previous part

Chapter: 60 
Verse: 1    Φωτίζου ϕωτίζου, Ιερουσαλημ, ἥκει γάρ σου τὸ ϕῶς, καὶ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
Verse: 2    
ἰδοὺ σκότος καὶ γνόϕος καλύψει γῆν ἐπ' ἔϑνη· ἐπὶ δὲ σὲ ϕανήσεται κύριος, καὶ δόξα αὐτοῦ ἐπὶ σὲ ὀϕϑήσεται.
Verse: 3    
καὶ πορεύσονται βασιλεῖς τῷ ϕωτί σου καὶ ἔϑνη τῇ λαμπρότητί σου.
Verse: 4    
ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόϑεν, καὶ αἱ ϑυγατέρες σου ἐπ' ὤμων ἀρϑήσονται.
Verse: 5    
τότε ὄψῃ καὶ ϕοβηϑήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος ϑαλάσσης καὶ ἐϑνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι
Verse: 6    
ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιϕα· πάντες ἐκ Σαβα ἥξουσιν ϕέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται.
Verse: 7    
καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχϑήσονταί σοι, καὶ κριοὶ Ναβαιωϑ ἥξουσίν σοι, καὶ ἀνενεχϑήσεται δεκτὰ ἐπὶ τὸ ϑυσιαστήριόν μου, καὶ οἶκος τῆς προσευχῆς μου δοξασϑήσεται.
Verse: 8    
τίνες οἵδε ὡς νεϕέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς;
Verse: 9    
ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόϑεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι.
Verse: 10    
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.
Verse: 11    
καὶ ἀνοιχϑήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισϑήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐϑνῶν καὶ βασιλεῖς ἀγομένους.
Verse: 12    
τὰ γὰρ ἔϑνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι, ἀπολοῦνται, καὶ τὰ ἔϑνη ἐρημίᾳ ἐρημωϑήσονται.
Verse: 13    
καὶ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.
Verse: 14    
καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληϑήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ.
Verse: 15    
διὰ τὸ γεγενῆσϑαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν βοηϑῶν, καὶ ϑήσω σε ἀγαλλίαμα αἰώνιον, εὐϕροσύνην γενεῶν γενεαῖς.
Verse: 16    
καὶ ϑηλάσεις γάλα ἐϑνῶν καὶ πλοῦτον βασιλέων ϕάγεσαι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ἐξαιρούμενός σε ϑεὸς Ισραηλ.
Verse: 17    
καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίϑων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·
Verse: 18    
καὶ οὐκ ἀκουσϑήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληϑήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
Verse: 19    
καὶ οὐκ ἔσται σοι ἥλιος εἰς ϕῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης ϕωτιεῖ σοι τὴν νύκτα, ἀλλ' ἔσται σοι κύριος ϕῶς αἰώνιον καὶ ϑεὸς δόξα σου.
Verse: 20    
οὐ γὰρ δύσεται ἥλιός σοι, καὶ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύριός σοι ϕῶς αἰώνιον, καὶ ἀναπληρωϑήσονται αἱ ἡμέραι τοῦ πένϑους σου.
Verse: 21    
καὶ λαός σου πᾶς δίκαιος, καὶ δι' αἰῶνος κληρονομήσουσιν τὴν γῆν, ϕυλάσσων τὸ ϕύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.
Verse: 22    
ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ἐλάχιστος εἰς ἔϑνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.