TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1048
Previous part

Chapter: 61 
Verse: 1    Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασϑαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασϑαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄϕεσιν καὶ τυϕλοῖς ἀνάβλεψιν,
Verse: 2    
καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενϑοῦντας,
Verse: 3    
δοϑῆναι τοῖς πενϑοῦσιν Σιων δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐϕροσύνης τοῖς πενϑοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληϑήσονται γενεαὶ δικαιοσύνης, ϕύτευμα κυρίου εἰς δόξαν.
Verse: 4    
καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς.
Verse: 5    
καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόϕυλοι ἀροτῆρες καὶ ἀμπελουργοί·
Verse: 6    
ὑμεῖς δὲ ἱερεῖς κυρίου κληϑήσεσϑε, λειτουργοὶ ϑεοῦ· ἰσχὺν ἐϑνῶν κατέδεσϑε καὶ ἐν τῷ πλούτῳ αὐτῶν ϑαυμασϑήσεσϑε.
Verse: 7    
οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν.
Verse: 8    
ἐγὼ γάρ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχϑον αὐτῶν δικαίοις καὶ διαϑήκην αἰώνιον διαϑήσομαι αὐτοῖς.
Verse: 9    
καὶ γνωσϑήσεται ἐν τοῖς ἔϑνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν· πᾶς ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ
Verse: 10    
καὶ εὐϕροσύνῃ εὐϕρανϑήσονται ἐπὶ κύριον. ἀγαλλιάσϑω ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐϕροσύνης ὡς νυμϕίῳ περιέϑηκέν μοι μίτραν καὶ ὡς νύμϕην κατεκόσμησέν με κόσμῳ.
Verse: 11    
καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνϑος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐϑνῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.