TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1048
Chapter: 61
Verse: 1
Πνεῦμα
κυρίου
ἐπ
'
ἐμέ
,
οὗ
εἵνεκεν
ἔχρισέν
με
·
εὐαγγελίσασϑαι
πτωχοῖς
ἀπέσταλκέν
με
,
ἰάσασϑαι
τοὺς
συντετριμμένους
τῇ
καρδίᾳ
,
κηρύξαι
αἰχμαλώτοις
ἄϕεσιν
καὶ
τυϕλοῖς
ἀνάβλεψιν
,
Verse: 2
καλέσαι
ἐνιαυτὸν
κυρίου
δεκτὸν
καὶ
ἡμέραν
ἀνταποδόσεως
,
παρακαλέσαι
πάντας
τοὺς
πενϑοῦντας
,
Verse: 3
δοϑῆναι
τοῖς
πενϑοῦσιν
Σιων
δόξαν
ἀντὶ
σποδοῦ
,
ἄλειμμα
εὐϕροσύνης
τοῖς
πενϑοῦσιν
,
καταστολὴν
δόξης
ἀντὶ
πνεύματος
ἀκηδίας
·
καὶ
κληϑήσονται
γενεαὶ
δικαιοσύνης
,
ϕύτευμα
κυρίου
εἰς
δόξαν
.
Verse: 4
καὶ
οἰκοδομήσουσιν
ἐρήμους
αἰωνίας
,
ἐξηρημωμένας
πρότερον
ἐξαναστήσουσιν
·
καὶ
καινιοῦσιν
πόλεις
ἐρήμους
ἐξηρημωμένας
εἰς
γενεάς
.
Verse: 5
καὶ
ἥξουσιν
ἀλλογενεῖς
ποιμαίνοντες
τὰ
πρόβατά
σου
,
καὶ
ἀλλόϕυλοι
ἀροτῆρες
καὶ
ἀμπελουργοί
·
Verse: 6
ὑμεῖς
δὲ
ἱερεῖς
κυρίου
κληϑήσεσϑε
,
λειτουργοὶ
ϑεοῦ
·
ἰσχὺν
ἐϑνῶν
κατέδεσϑε
καὶ
ἐν
τῷ
πλούτῳ
αὐτῶν
ϑαυμασϑήσεσϑε
.
Verse: 7
οὕτως
ἐκ
δευτέρας
κληρονομήσουσιν
τὴν
γῆν
,
καὶ
εὐϕροσύνη
αἰώνιος
ὑπὲρ
κεϕαλῆς
αὐτῶν
.
Verse: 8
ἐγὼ
γάρ
εἰμι
κύριος
ὁ
ἀγαπῶν
δικαιοσύνην
καὶ
μισῶν
ἁρπάγματα
ἐξ
ἀδικίας
·
καὶ
δώσω
τὸν
μόχϑον
αὐτῶν
δικαίοις
καὶ
διαϑήκην
αἰώνιον
διαϑήσομαι
αὐτοῖς
.
Verse: 9
καὶ
γνωσϑήσεται
ἐν
τοῖς
ἔϑνεσιν
τὸ
σπέρμα
αὐτῶν
καὶ
τὰ
ἔκγονα
αὐτῶν
·
πᾶς
ὁ
ὁρῶν
αὐτοὺς
ἐπιγνώσεται
αὐτούς
,
ὅτι
οὗτοί
εἰσιν
σπέρμα
ηὐλογημένον
ὑπὸ
ϑεοῦ
Verse: 10
καὶ
εὐϕροσύνῃ
εὐϕρανϑήσονται
ἐπὶ
κύριον
.
ἀγαλλιάσϑω
ἡ
ψυχή
μου
ἐπὶ
τῷ
κυρίῳ
·
ἐνέδυσεν
γάρ
με
ἱμάτιον
σωτηρίου
καὶ
χιτῶνα
εὐϕροσύνης
ὡς
νυμϕίῳ
περιέϑηκέν
μοι
μίτραν
καὶ
ὡς
νύμϕην
κατεκόσμησέν
με
κόσμῳ
.
Verse: 11
καὶ
ὡς
γῆν
αὔξουσαν
τὸ
ἄνϑος
αὐτῆς
καὶ
ὡς
κῆπος
τὰ
σπέρματα
αὐτοῦ
,
οὕτως
ἀνατελεῖ
κύριος
δικαιοσύνην
καὶ
ἀγαλλίαμα
ἐναντίον
πάντων
τῶν
ἐϑνῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.